Homiliae 15.4.1
Ἐγὼ δὲ προνοίᾳ Θεοῦ τὰ πάντα διοικεῖσθαι ἐκ τῶν περὶ σὲ γενομένων εἶναι λέγω, τοσούτοις ἔτεσιν τὴν διάστασίν σού τε καὶ τῶν σῶν γενέσθαι. ἐπεὶ γὰρ σὺν σοὶ ὄντες ἴσως τὸν τῆς θεοσεβείας λόγον οὐκ ἄν ἐπήκουσαν, ᾠκονομήθη σὺν μητρὶ ἡ ἀποδημία καὶ ναυφράγιον καὶ θανάτου ὑπόνοια καὶ ἀπρασίαι ἔτι τε καὶ ἐκπαιδευθῆναι αὐτοὺς τὰ Ἐλλήνων καὶ ἄθεα δόγματα, ἵνα μᾶλλον ὡς εἰδότες ταῦτα ἀνασκευάζειν δυνατοὶ ὦσιν·
「私は、神の摂理によってすべてが治められているということを、お前の身に起きた出来事から言うのだ。あれほど長い年月、お前とお前の家族との離別が生じたことからも分かる。もしお前とともにいたなら、彼らはおそらく敬神の言葉に耳を傾けることはなかっただろうから、母とともにする旅立ちと、難船と、死んだかもしれぬという疑いと、また売られたことまで、さらには彼らがギリシア人の教えという無神論的な説を教え込まれたことまでもが、取り計らわれたのだ。それは、彼らがそれを知っている者として、なおいっそうこれを論破する力を持つ者となるためである。」
Homiliae 15.4.2
ἐπὶ τούτοις τὸ φιλῆσαι τὸν τῆς θεοσεβείας λόγον, καὶ ἐμοὶ ἑνωθῆναι δυνηθῆναι, συλλαβέσθαι μου τῷ κηρύγματι·
「そしてそれに続いて、敬神の言葉を愛し、私と結ばれることができ、私の宣教に協力することができたのだ。」
Homiliae 15.4.3
ἀλλ᾽ ἔτι μὴν συνελθεῖν ἀδελφὸν Κλήμεντα, καὶ οὕτως τὴν μητέρα ἐπιγνωσθῆναι, θεραπείας τῆς θεότητος πληροφορηθῆναι, καὶ μετ᾽ οὐ πολὺ εὐθὺ τὰ δίδυμα τέκνα ἐπιγνωσθέντα καὶ ἐπιγνόντα καὶ τῆς ἄλλης ἡμέρας σοι συντυχεῖν , καὶ τοὺς σοὺς ἀπολαβεῖν. τοσαύτην οὖν ταχεῖαν ἁρμονίαν πανταχόθεν συνδραμοῦσαν εἰς ἕνα γνώμης σκοπὸν οὐκ οἶμαι ἀπρονόητον εἶναι.
「だがそれだけでなく、兄弟クレメンスが加わり、こうして母が見出され、神性への奉仕を確信するに至り、それからほどなくして双子の子らも見分けられ、また見分け、さらに次の日にはお前に巡り会い、お前の家族を取り戻すことになった。これほど速やかに、あらゆる方面から一つの目的へと収斂した調和が、摂理なきものであるとは私には思われない。」