作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia XV, Caput VIII 第XV講話 第VIII章

Anonymous · Homiliae · 3 sectiones

Homiliae 15.8.1

1

Εἰ μὲν οὖν τὸν ἀκριβῆ τοῦ πράγματος λόγον ἀκοῦσαι θέλῃς, οὕς μικρῷ τάχιον εἴρηκας ἀδικεῖσθαι, αὐτοὶ μᾶλλον ἀδικοῦσιν. ὅτι αὐτοὶ μὲν οἱ τὰ ἐσόμενα ἑλόμενοι ἐν τοῖς παροῦσιν σύνεισιν τοῖς κακοῖς, κατὰ πολλὰ τῶν ἴσων αὐτοῖς ἀπολαύοντες, αὐτοῦ τε τοῦ ζῆν, τοῦ φωτὸς, τοῦ ἄρτου, τοῦ ὕδατος, τοῦ ἱματίου καὶ ἄλλων τοιούτων τινῶν. οἱ δὲ ἀδικεῖν ὑπὸ σοῦ νομισθέντες τοῖς ἐσομένοις ἀγαθοῖς ἀνδράσιν οὐδὲν συνυπάρχουσιν. καὶ ὁ πατὴρ πρὸς ταῦτα ἀπεκρίνατο·

「もしお前が、この事柄の精確な道理を聞きたいなら、お前が少し前に不正を被っていると言った者たちこそ、むしろ不正を働いているのだ。というのは、来るべきものを選んだ当人たちが、現在の悪しき者たちとともにいながら、彼らと同じ多くのものを――生きること自体、光、パン、水、衣服、その他そうした多くのものを――享受しているからである。ところが、お前が不正を働いていると見なした者たちは、来るべき世で善き人々と何一つ共にあずかることがない。」父はこれに対して答えた。

Homiliae 15.8.2

2

νῦν με ὅτε πέπεικας ὅτι οἱ ἀδικοῦντες αὐτοὶ ἀδικοῦνται, οἱ δὲ ἀδικούμενοι μᾶλλον πλεονεκτοῦσιν, ἔτι μᾶλλον ἀδικώτατον ὅλον μοι φαίνεται τὸ πρᾶγμα, ὅτι οἱ μὲν δοκοῦντες ἀδικεῖν πολλὰ τοῖς τὰ ἐσόμενα ἑλομένοις συγχωροῦσιν, οἱ δὲ δοκοῦντες ἀδικεῖσθαι αὐτοὶ ἀδικοῦσιν, ὅτι τὰ ὅμοια οὐ παρέχουσιν ἐκεῖ τοῖς ἐνταῦθα αὐτοῖς συγκεχωρηκόσιν, ἅ αὐτοὶ αὐτοῖς συνεχώρησαν. καὶ ὁ Πέτρος·

「今お前に、不正を働く者たち自身が不正を被っており、不正を被っている者たちの方がむしろ利を得ているのだと説き伏せられてみると、この事柄全体がなおいっそう甚だしい不正のように私には思われる。というのも、不正を働くと見える者たちは、来るべきものを選んだ者たちに多くのものを許しているのに、不正を被ると見える者たちは、実は自分たちが不正を働いているのだから。彼らは、ここで自分たちに許されているのと同じものを、かの所で、これを許してくれた者たちに与えないのだから。」するとペトロは言った。

Homiliae 15.8.3

3

οὐδὲ τοῦτο ἄδικον, διὰ τὸ ἐξουσίαν ἔχειν ἕκαστον τὰ παρόντα αἱρεῖσθαι ἢ τὰ μέλλοντα, εἴτε μικρὰ εἴη, εἴτε μεγάλα. ἰδίᾳ κρίσει καὶ βουλῇ ὁ ἑλόμενος οὐκ ἀδικεῖται, λέγω δὴ οὐδ᾽ ἂν τὰ μικρὰ ἕληται, ἐπεὶ προέκειτο τὰ μεγάλα. προέκειτο γὰρ αὐτῷ καὶ τὰ μικρά. καὶ ὁ πατὴρ ἔφη· ὀρθῶς ἔφης, καὶ γὰρ εἴρηταί τινι Ἑλλήνων σοφῷ· αἰτία ἑλομένων, Θεὸς ἀναίτιος.

「それも不正ではない。なぜなら、各人は現在のものを選ぶか来るべきものを選ぶかの権能を持っているのだから。それが小さなことであれ大きなことであれ同じことだ。自分自身の判断と意志によって選んだ者は、不正を被っているのではない。たとえ小さなものを選んだとしても、というのは、大きなものが彼の前に置かれていたのだから。小さなものもまた彼の前に置かれていたのだ。」父は言った。「そのとおりだ。実にギリシアのある賢者もこう言っている。『選んだ者に責めあり、神に責めなし。』」