Homiliae 13.16.1
᾽Η σώφρων γυνὴ ὡς νυμφίῳ υἱῷ Θεοῦ κοσμεῖται, ἐνδεδυμένη τὸ σεμνὸν φῶς. ἔστιν δὲ αὐτῇ κάλλος ἐν τῇ ψυχῇ εὐνομία. μύρου δὲ πνέει τῆς ἀγαθῆς φήμης. καλὰ φορεῖ·
「貞淑な女は、花婿である神の子のために装われ、慎ましい光をまとっている。彼女の魂における美しさは、良き秩序である。良き評判という香油の香りを漂わせている。彼女は美しいものを身にまとっている。」
Homiliae 13.16.2
ἠμφίεσται τὴν αἰδῶ. καὶ τιμίους μαργαρίτας περίκειται, τοὺς σωφρονίζοντας λόγους. λευκὴ δὲ τυγχάνει, ὅτ᾽ ἅν τὰς φρένας ᾖ λελαμπρυμένη. καλῷ ἐσόπτρῳ ὁρᾷ, εἰς τὸν Θεὸν ἐμβλέπουσα. καλῷ κόσμῳ χρῆται, τῷ πρὸς Θεὸν φόβῳ τὴν ψυχὴν νουθετοῦσα. καλὴ ἡ γυνὴ, οὐχ ἡ χρυσῷ πεπεδημένη, ἀλλ᾽ ἡ τῶν προσκαίρων ἐπιθυμιῶν λελυμένη. ἡ σώφρων γυνὴ μεγάλῳ βασιλεῖ περιπόθητός ἐστιν, αὐτῷ μεμνήστευται, αὐτῷ τετήρηται, ὑπὸ αὐτοῦ ἠγάπηται. ἡ σώφρων εἰς τὸ θέλεσθαι προφάσεις οὐ παρέχει, ἢ τῷ αὐτῆς ἀνδρί. ἡ σώφρων ὑπὸ ἑτέρου θελομένη λυπεῖται. ἡ σώφρων τὸν ἄνδρα ἐνδιαθέτως φιλεῖ, καὶ καταφιλεῖ, καὶ κολακεύει, ἀρέσκει, δουλεύει, πρὸς πάντα αὐτῷ πείθεται, παρ’ ἐκτὸς τοῦ ἀπειθεῖν Θεῷ. ἡ γὰρ πειθομένη Θεῷ ἄνευ φυλάκων καὶ τὴν ψυχὴν σωφρονεῖ καὶ τὸ σῶμα καθαρεύει.
「つつしみを衣として着ている。そして、尊い真珠として、貞淑に導く言葉を身につけている。彼女は、精神が輝いているとき、白くある。神を見つめることによって、良き鏡を見る。神への恐れによって魂を戒めることを、良き装いとしている。美しい女とは、金によって縛られた女ではなく、はかない欲望から解き放たれた女である。貞淑な女は、偉大な王に慕われ、その方の花嫁として定められ、その方のために守られ、その方に愛されている。貞淑な女は、自分の夫以外には、望まれるための口実を与えない。貞淑な女は、他の男に望まれると悲しむ。貞淑な女は、夫を心から愛し、口づけし、おもねり、喜ばせ、仕え、あらゆることにおいて彼に従う。ただし、神に背くことだけは別である。神に従う女は、見張る者がいなくとも、魂において貞淑であり、体において清いのである。」