作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia VIII, Caput XV 第VIII講話 第XV章

Anonymous · Homiliae · 2 sectiones

Homiliae 8.15.1

1

Ἐκ δὲ τῆς νόθου μίξεως αὐτῶν ἄνθρωποι ἐγένοντο νόθοι, πολλῷ γε τῶν ἀνθρώπων κατὰ κορυφὴν μείζους, οὕς μετὰ τοῦτο γίγαντας ὠνόμασαν, οὐ δρακοντόποδες ὄντες καὶ πρὸς Θεὸν πόλεμον ἀράμενοι, ὡς οἱ βλάσφημοι τῶν Ἐλλήνων ᾄδουσιν μῦθοι, ἀλλὰ θηριώδεις τὸν τρόπον, καὶ μείζους μὲν ἀνθρώπων τὰ μεγέθη, ἐπείπερ ἐξ ἀγγέλων ἐγένοντο , ἀγγέλων δὲ ἐλάττους, ἐπείπερ ἐκ γυναικῶν γεγένηντο. ὁ οὖν Θεὸς εἰδὼς αὐτοὺς πρὸς τὸ θηριῶδες ἐξηγριωμένους, καὶ πρὸς τὴν ἑαυτῶν πλησμονὴν τὸν κόσμον οὐκ ἔχοντας αὐτάρκη, (πρὸς γὰρ ἀνθρώπων ἀναλογίαν ἐδημιουργήθη καὶ χρῆσιν ἀνθρωπίνην) ἵνα μὴ ἐν διατροφῇ ἐπὶ τὴν παρὰ φύσιν τῶν ζώων βορὰν τρεπόμενοι ἀνεύθυνοι δοκῶσιν εἶναι, ὡς δι᾽ ἀνάγκην τοῦτο τετολμηκότες, μάννα αὐτοῖς ὁ παντοδύναμος Θεὸς ἐπώμβρισεν ἐκ ποικίλης ἐπιθυμίας, καὶ παντὸς οὗπερ ἐβούλοντο ἀπήλαυον·

「そして彼らの不義なる交わりから、不義なる人間たちが生まれた。彼らは人間よりも頭ひとつ分はるかに大きく、その後、巨人と名づけられた。彼らは、ギリシア人の涜神的な神話が歌うような、竜の足を持ち神に戦を挑む者たちではなく、その性質において獣的な者たちであった。彼らは天使から生まれた者として人間よりも大きかったが、女たちから生まれた者として天使よりは小さかった。そこで神は、彼らが獣的な性質へと荒々しくなっていること、また彼ら自身を満たすためには世界が十分でないこと(世界は人間の均衡と人間の用のために造られたからである)を知って、彼らが糧を求めて本性に反して動物の肉食に転じたとき、あたかも必要に迫られてそれを敢えてしたかのように、責めを負わないと思われることのないように、全能の神は多様な望みに応じて彼らにマンナを降らせ、彼らは望むものすべてを享受した。」

Homiliae 8.15.2

2

οἱ δ᾽ ὑπὸ νόθου φύσεως, τῷ καθαρῷ τῆς τροφῆς οὐκ ἀρεσκόμενοι, μόνης τῆς τῶν αἱμάτων γεύσεως ἐγλίχοντο. διὸ καὶ πρῶτοι σαρκῶν ἐγεύσαντο.

「しかし彼らは不義なる本性のゆえに、清い糧を喜ばず、ただ血の味わいだけを欲しがった。それゆえ、彼らが最初に肉を味わった者たちとなったのである。」