Homiliae 14.1.1
Ὀρθριαίτερον δὲ πολλῷ τοῦ καθ᾽ ἡμέραν ὁ Πέτρος διυπνισθεὶς εἰσῄει πρὸς ἡμᾶς, καὶ ἐξυπνίσας ἔφη·
日ごとよりもはるかに早く目を覚ましたペトロが、我々のもとに入って来て、我々を起こしてこう言った。
Homiliae 14.1.2
Φαυστῖνος καὶ Φαυστινιανὸς ἅμα Κλήμεντι μετὰ τῶν οἰκείων ἀκολουθησάτωσάν μοι, ὅπως ἐν σκεπινῷ τῆς θαλάσσης τόπῳ ἐλθόντες ἐν ἀκατασκόπῳ βαπτίσαι αὐτὴν δυνηθῶμεν. πλὴν ἐπὶ τὸν αἰγιαλὸν γενομένων ἡμῶν, μεταξὺ πετρῶν τινων γαληνοῦ καὶ καθαροῦ τόπου εὐπορησάντων ἐβάπτισεν αὐτήν. ἡμεῖς δὲ οἱ ἀδελφοί, τῶν γυναικῶν χάριν ἅμα ἀδελφῷ καὶ ἄλλοις τισὶν ὑποχωρήσαντες καὶ λουσάμενοι, ἐλθόντες τὰς γυναῖκας παρελάβομεν. καὶ οὕτως ἐν κρυφαίῳ τόπῳ πορευθέντες εὐχόμεθα. ἔπειτα ὁ Πέτρος τὰς γυναῖκας διὰ τὸν ὄχλον προέπεμψεν, δἰ ἄλλης ὁδοῦ ἐπὶ τὴν ξενίαν ἐλθεῖν κελεύσας, ἀνδρῶν τε μόνοις ἡμῖν συνεῖναι τῇ μητρὶ καὶ ταῖς αὐταῖς γυναιξὶν ἐπέτρεψεν. ἐλθόντες οὖν εἰς τὴν ξενίαν καὶ ἀναμένοντες αὐτὸν ἐλθεῖν ἀλλήλοις διελεγόμεθα. μεθ᾽ ἱκανὰς δὲ ὥρας ὁ Πέτρος ἐλθὼν, τὸν ἄρτον ἐπ᾽ εὐχαριστίᾳ κλάσας καὶ ἐπιθεὶς ἅλας, τῇ μητρὶ πρῶτον ἐπέδωκεν, μετ᾽ αὐτὴν τοῖς υἱοῖς αὐτῆς. καὶ οὕτως αὐτῇ συνεστιάθημεν καὶ τὸν Θεὸν εὐλογήσαμεν.
「ファウスティノスとファウスティニアヌスは、身内の者たちとともにクレメンスと一緒に私に従うように。人目につかぬ海辺の場所に行き、そこで彼女に洗礼を授けることができるためである。」ところが我々が岸辺に出ると、幾つかの岩の間に穏やかで清らかな場所が見つかったので、そこで彼は彼女に洗礼を授けた。我々兄弟は、婦人たちのために、一人の兄弟や他の幾人かとともに退いて身を洗い、それから来て婦人たちを迎えた。こうして我々は人目につかぬ場所に赴いて祈った。それからペトロは群衆のために婦人たちを先に行かせ、別の道を通って宿に来るよう命じ、男である我々だけが母や同じ婦人たちとともにいることを許した。そこで我々は宿に着き、彼が来るのを待ちながら互いに語り合っていた。かなりの時が経ってペトロが来て、エウカリスティアとしてパンを裂き、塩を添えて、まず母に与え、その後彼女の息子たちに与えた。こうして我々は彼女とともに食事をし、神を祝福した。