Homiliae 18.17.1
Εἰ δέ τις ἐρεῖ· οὐδὲν ἦν ἀπόκρυφον τοῖς υἱοῖς Ἰσραὴλ, διὰ τὸ γεγράφθαι· οὐδέν σε ἔλαθεν Ἰσραήλ· μή γὰρ εἴπῃς, Ἰακὼβ, ἀπεκρύβη ἡ ὁδὸς ἀπ᾽ ἐμοῦ·
「しかし、もし誰かがこう言うならば——イスラエルの子らには何も隠されたものはなかった、なぜなら『イスラエルよ、あなたには何も隠されなかった。ヤコブよ、道が私から隠されたと言ってはならない』と書かれているからだ、と——」
Homiliae 18.17.2
συνιέναι ὀφείλει τις ὅτι τὰ διαφέροντα τῇ βασιλείᾳ ἀπεκέκρυπτο ἀπ᾽ αὐτῶν, ἡ δὲ εἰς τὴν βασιλείαν εἰσφέρεσα ὁδὸς, ἥ τις ἐστὶν πολιτεία, οὐκ ἀπεκέκρυπτο. διὰ τοῦτο γὰρ καὶ λέγει·
「こう理解すべきである。すなわち、王国にかかわる事柄は彼らから隠されていたが、王国へと導き入れる道——それは生き方のことである——は隠されていなかった、と。それゆえまさに、こうも言われているのである。」
Homiliae 18.17.3
μὴ γὰρ εἴπῃς ὅτι ἀπεκρύβη ἀπ᾽ ἐμοῦ ἡ ὁδός. ὁδὸς δὲ ἡ πολιτεία ἐστὶν, τῷ καὶ τόν Μωυσῆν λέγειν·
「『道が私から隠されたと言ってはならない』と。そして道とは生き方のことである。モーセもこう言っているとおりである。」
Homiliae 18.17.4
ἰδοὺ τέθεικα πρὸ προσώπου σου τὴν ὁδὸν τῆς ζωῆς, καὶ τὴν ὁδὸν τοῦ θανάτου. καὶ ὁ διδάσκαλος συμφώνως εἷπεν εἰσέλθετε διὰ τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ, δι᾽ ἧς εἰσελεύσεσθε εἰς τὴν ζωήν. καὶ ἀλλαχοῦ που, ἐρωτήσαντός τινος· τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; τὰς τοῦ νόμου ἐντολὰς ὑπέδειξεν.
「『見よ、私はあなたの前に、命の道と死の道とを置いた』と。師もまた、それに調和してこう言われた。『狭く、苦しい道を通って入れ。それを通って、汝らは命に入るであろう』と。またほかのところでは、ある者が『何をなせば永遠の命を受け継ぐことができるでしょうか』と尋ねたとき、律法の掟を示された。」