作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia II, Caput XV 第II講話 第XV章

Anonymous · Homiliae · 2 sectiones

Homiliae 2.15.1

1

Ἔνθεν γοῦν ὁ Θεὸς διδασκαλῶν τοὺς ἀνθρώπους πρὸς τὴν τῶν ὄντων ἀλήθειαν , εἷς ὢν αὐτὸς διχῶς καὶ ἐναντίως διεῖλεν πάντα τὰ τῶν ἄκρων, ἀπαρχῆς αὐτὸς εἷς ὢν καὶ μόνος Θεός, ποιήσας οὐρανὸν καὶ γῆν, ἡμέραν καὶ νύκτα, φῶς καὶ πῦρ, ἥλιον εἷς καὶ σελήνην, ζωὴν καὶ θάνατον. μόνον δὲ ἐν τούτοις αὐτεξούσιον τὸν ἄνθρωπον ἐποίησεν, ἐπιτηδειότητα ἔχοντα δίκαιον ἢ ἄδικον γενέσθαι. ᾧ καὶ τὰς τῶν συζυγιῶν ἐνήλλαξεν εἰκόνας, μικρὰ τὰ πρῶτα παραθέμενος αὐτῷ, μεγάλα δὲ τὰ δεύτερα, οἷον κόσμον, αἰῶνα. ἀλλ᾽ ὁ μὲν παρὼν κόσμος πρόσκαιρος, ὁ δὲ ἐσόμενος ἀΐδιος. πρώτη ἄγνοια, δευτέρα γνῶσις. οὕτως καὶ τοὺς τῆς προφητείας ἡγέμονας διέταξεν. ἐπεὶ γὰρ ὁ παρὼν κόσμος θῆλύς ἐστιν, ὡς μήτηρ τέκνων τίκτων ψυχάς, ὁ ἐσόμενος αἰὼν ἄῤῥην ἐστίν, ὡς πατὴρ ἀποδεχόμενος τὰ αὑτοῦ τέκνα·

「そこで神は、有るものの真理へと人間を教え導くために、御自らはひとりでありながら、両極にあるすべてのものを二つに分け、互いに対立するものとして配置された。神ご自身は初めからひとりであり、唯一の神であって、天と地、昼と夜、光と火、太陽と月、生と死をお造りになった。ただこれらのもののうちで、人間だけを自由な選びを持つ者としてお造りになった。正しい者にも不正な者にもなりうる適性を持つ者として。そして神は人間に対しても対の像を入れ替えて配置された。最初のものには小さきものを、二番目のものには大いなるものを与えられた。たとえば、この世と来るべき世とである。だが現在のこの世は束の間のものであり、来るべき世は永遠のものである。最初は無知、二番目は知識である。神はこのように、預言の指導者たちをも配置されたのである。というのも、現在のこの世は女性的なものであり、母が子らを産むように魂を生み出すが、来るべき世は男性的なものであって、父が自分の子らを迎え入れるようなものだからである。」

Homiliae 2.15.2

2

διὰ τοῦτο ἐν τῷ κόσμῳ τούτῳ προφῆται ἑπομένως, ὡς τοῦ μέλλοντος αἰῶνος ὄντες υἱοί, ἀνθρώπων τὴν γνῶσιν ἔχοντες, ἐπέρχονται. τοῦτο δὲ τὸ μυστήριον εἰ ἠπίσταντο οἱ ἐν θεοσεβείᾳ ἄνθρωποι, οὐκ ἄν ποτε ἐπλανήθησαν, ἀλλὰ καὶ νῦν ἂν ἐγνώκεισαν ὅτι Σίμων, ὁ νῦν πάντας θρυλλῶν, πλάνης καὶ ἀπάτης ἐστὶν συνεργός. ὁ δὲ λόγος τοῦ προφητικοῦ κανόνος οὕτως ἔχει.

「それゆえ、この世においては、来るべき世の子らであり、人間についての知識を持つ預言者たちが、順を追って現れるのである。もし敬神の人々がこの奥義を知っていたなら、決して迷うことはなかったであろう。そして今でも、今すべての者たちの間で騒ぎ立てているシモンが、迷いと欺きの協力者であることを知っていたはずである。さて、預言的な規範の話は次のとおりである。」