Homiliae 3.25.1
Δἰ ὅ τῷ πρωτοτόκῳ αὐτῆς ἀμφοτερίζον ἐπέθηκεν ὄνομα, καλέσασα Καΐν· ὅ διχῇ ἔχει τῆς ἑρμηνείας τὴν ἐκδοχήν. ἑρμηνεύεται γὰρ καὶ κτῆσις καὶ ζῆλος, ὡς ζηλοῦν αὐτοῦ μέλλοντος ἐν τοῖς ἐσομένοις ἢ γυναῖκα ἢ κτήματα ἢ τὴν τῶν γονέων πρὸς αὐτὴν στοργήν. εἰ δὲ ἄρα μηδὲν τούτων γένηται, καὶ οὕτως τὸ κτῆμα λέγεσθαι καλῶς ἐπιτέτευκται. αὐτὸν γὰρ πρῶτον ἐκτήσατο, ὅπερ αὐτῇ καὶ ἐχρησίμευσεν. φονεὺς γὰρ ἦν καὶ ψεύστης καὶ μετὰ ἁμαρτιῶν ἡσυχάζειν μηδὲ ἐπὶ τῷ ἄρχειν θέλων. ἔτι μὴν καὶ οἱ ἀπὸ τῆς τούτου διαδοχῆς προεληλυθότες πρῶτοι μοιχοὶ ἐγένοντο·
「それゆえ、彼女は自分の長子に両義的な名を付け、カインと呼んだ。この名は解釈が二通りある。すなわち『所有』とも『ねたみ』とも解釈されるのであって、それは彼が将来、妻であれ、財産であれ、あるいは両親の彼への情愛であれ、ねたむことになるからである。もしこれらのいずれも起こらなかったとしても、それでも『所有』と呼ばれることは正しく成り立っている。というのも、彼女は最初にこの子を所有したのであり、それが彼女にとって役立ったからである。彼は殺人者であり、嘘つきであり、罪を重ねながら、支配の座にあってさえ安んじようとしなかった。さらに、彼の系統から出た者たちは、最初の姦淫者たちとなった。」
Homiliae 3.25.2
καὶ ψαλτήρια καὶ κιθάραι καὶ χαλκεῖς ὅπλων πολεμικῶν ἐγένοντο. δι᾽ ὃ καὶ ἡ τῶν ἐγγόνων προφητεία, μοιχῶν καὶ ψαλτηρίων γέμουσα, λανθανόντως διὰ τῶν ἡδυπαθειῶν ὡς τοὺς πολέμους ἐγείρει.
「そして竪琴や琴が、また戦の武具を鍛える鍛冶たちが現れた。それゆえ、その子孫たちの預言もまた、姦通者と竪琴に満ちており、快楽にふけることを通じて、気づかれぬままに戦争を引き起こすのである。」