作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia XII, Caput XXV 第XII講話 第XXV章

Anonymous · Homiliae · 3 sectiones

Homiliae 12.25.1

1

Γενομένων δὲ ἡμῶν καὶ τροφῆς μεταλαβόντων καὶ συνήθως εὐχαριστησάντων, ἔτι ὥρας οὔσης ἔφην ἐγὼ τῷ Πέτρῳ·

我々が到着し、食事を取り、いつものように感謝を捧げたのち、まだ時間があったので、私はペトロに言った。

Homiliae 12.25.2

2

φιλανθρωπίας ἔργον, κύριέ μου Πέτρε, ἡ ἐμὴ ἐποίησεν μήτηρ, τῆς ξενοδόχου ὑπομνησθεῖσα γυναικός. καὶ ὁ Πέτρος ἀπεκρίνατο ἄρα γε, ὦ Κλήμης, ἀληθῶς νενόμικας φιλανθρωπίας ἔργον πεποιηκέναι τὴν σὴν τεκοῦσαν, καθ᾽ ὅ τὴν ἀπὸ ναυφραγίου αὐτὴν ὑποδεξαμένην ἠμείψατο, ἢ ὡς μητρὶ μεγάλα χαριζόμενος τοῦτον εἴρηκας τὸν λόγον; εἰ δὲ οὐχ ὡς χαριζόμενος, ἀλλ᾽ ὡς ἀληθεύων ἔφης, ἔοικάς μοι ἀγνοεῖν τί ποτέ ἐστι φιλανθρωπίας μέγεθος, ἥτις ἐστὶν ἡ ἄνευ τοῦ φυσικῶς πείθοντος, ἡ πρὸς οἷον δή ποτε στοργή, καθ᾽ ὅ ἄνθρωπός ἐστιν. ἀλλ᾽ οὐδὲ τὴν ξενοδόχον τὴν ἀπὸ ναυφραγίου ἀποδεξαμένην τὴν σὴν τεκοῦσαν οὔπω φιλάνθρωπον εἰπεῖν τολμῶ. ὑπ᾽ ἐλέου γὰρ κολακευθεῖσα ἐπέπειστο εὐεργέτις γενέσθαι γυναικὸς ναυφραγίῳ περιπεσούσης, τέκνα πενθούσης, ξένης, γυμνῆς, μεμονωμένης καὶ σφόδρα ἐπὶ ταῖς συμφοραῖς ὀλοφυρομένης. ἐν τοσαύταις οὖν αὐτῆς συμφοραῖς οὔσης, τίς καὶ ἀσεβῶν ἰδὼν οὐκ ἄν ἠλέησεν; ὥστε οὔπω φιλανθρωπίας ἔργον πεποιηκυῖα φαίνεται οὐδὲ ἡ ξενοδόχος γυνή, ἀλλ᾽ ὑπ᾽ ἐλέου τοῦ ἐπὶ μυρίαις συμφοραῖς πρὸς εὐεργεσίας κεκινημένη. πόσῳ γε μᾶλλον ἡ σὴ τεκοῦσα, βίου εὐπορήσασα καὶ ξενοδόχον ἀμειψαμένη, φιλανθρωπίας ἔργον οὐκ ἐποίησεν, ἀλλὰ φιλίας; πολλὴ δὲ διαφορὰ μεταξὺ φιλίας καὶ φιλανθρωπίας, ὅτι ἡ μὲν φιλία ἐξ ἀμοιβῆς γίνεται, ἡ δὲ φιλανθρωπία ἄνευ τοῦ φυσικῶς πείθοντος πάντα ἄνθρωπον, καθὸ ἄνθρωπός ἐστι, φιλοῦσα εὐεργετεῖ. εἰ μὲν οὖν ἡ ἐλεήσασα ξενοδόχος καὶ ἐχθροὺς ἀδικήσαντας ἐλεῶσα εὐεργέτει, φιλάνθρωπος ἄν ἦν·

「我が主ペトロよ、私の母は人を愛することの業を行いました。宿の女主人のことを思い出したからです。」するとペトロは答えた。「では、クレメンスよ、お前は本当に、お前を産んだ母が人を愛することの業を行ったと思っているのか。難破から自分を迎え入れてくれたその女に報いたことをもって、そう言うのか。それとも、母に大きな栄誉を与えようとして、そのように言ったのか。もし栄誉を与えるためではなく、真実として言ったのなら、お前は人を愛することの大きさとは何であるかを知らないように、私には思われる。それは、生まれつき当然に促されるのでなく、人であるがゆえに、いかなる人に対しても抱く情愛のことである。だが、私は、難破から母を迎え入れたその宿の女主人についてさえ、まだ人を愛する者とあえて呼ぶことはしない。彼女は憐れみに心動かされて、難破に遭い、子を失って悲しみ、よそ者であり、裸であり、独りぼっちで、自分の不幸をひどく嘆いている女の恩人になろうと思い立ったのである。これほどの不幸のうちにある者を見て、不敬虔な者でさえ憐れまずにいられようか。それゆえ、宿の女主人もまだ人を愛することの業を行ったとは見えず、むしろ、数々の不幸を前にして憐れみに動かされ、恩恵を施すに至ったのである。まして、お前を産んだ母が、暮らし向きが豊かになってから宿の女主人に報いたことは、人を愛することの業ではなく、親愛の業をなしたにすぎない。親愛と人を愛することの間には大きな違いがある。親愛は返礼から生まれるが、人を愛することは、生まれつき当然に促されることなく、あらゆる人を、人であるがゆえに愛して、恩恵を施すものだからである。もし憐れんだ宿の女主人が、不正を働いた敵をも憐れんで恩恵を施していたなら、その人は人を愛する者であっただろう。」

Homiliae 12.25.3

3

εἰ δὲ διά τι φίλη ἢ ἐχθρὰ, καὶ διά τι ἐχθρὰ ἢ φίλη, τοιαύτη τοῦ τινος αἰτίου φίλη ἐστὶν ἢ ἐχθρὰ, οὐ τοῦ ἀνθρώπου.

「しかし、もし何らかの理由があって親しく、あるいは何らかの理由があって敵対するのであれば、そのような人は、何らかの原因のゆえに親しいのであり、あるいは敵対しているのであって、人であるがゆえにそうしているのではない。」