Homiliae 19.12.1
Καὶ ὁ Σίμων· οὐκοῦν εἰ ὁ Θεὸς μόνων τῶν καλῶν αἴτιός ἐστιν , τοῦ λοιποῦ τί ἐστιν νοεῖν, ἢ ὅτι τὸν πονηρὸν ἑτέρα τις ἐγένδησεν ἀρχὴ, ἢ ἄρ᾽ ἀγέννητόν ἐστιν. καὶ ὁ Πέτρος· οὔτε ἑτέρα τις νύναμις ἐγέννησεν τὸν πονηρὸν, οὔτε ἀγέννητόν ἐστιν τὸ κακὸν, ὡς ἐπὶ τέλει δείξω· νῦν γὰρ ἀποδεῖξαί μοι πρόκειται, ὡς ἀπ᾽ ἀρχῆς ὑπεσχόμην, ὅτι κατὰ πάντα τρόπον ὁ Θεὸς ἄμεμπτός ἐστιν. δεδώκαμεν οὖν ὅτι ὁ Θεὸς τῶν ἀνθρώποις προσόντων τὰ κρείττονα ἀσυγκρίτως ἔχει. διὸ καὶ ἐνδέχεται αὐτὸν προβολέα γενέσθαι τῶν τεσσάρων οὐσιῶν, θερμοῦ τε καὶ ψυχροῦ, ὑγροῦ τε καὶ ξηροῦ.
シモンが言った、「それなら、もし神が善きことだけの原因であるならば、それ以外に何が考えられるだろうか。悪しき者を別の何らかの根源が生んだのか、あるいは生まれなかった者であるのか、そのいずれかだ。」ペトロが言った、「別の何らかの力が悪しき者を生んだのでもなく、また悪が生まれなかったものであるのでもない。それは終わりのところで示そう。今、私が示すべきこととして課せられているのは、初めに約束したとおり、神があらゆる仕方において非のない者であるということである。さて、我々はすでに、神が人間に属するものの中でより優れたものを、比類なき仕方で持つことを認めた。それゆえ、神が熱と冷、湿と乾という四つの実体を押し出す者となることもあり得るのだ。」
Homiliae 19.12.2
[ἔφ]υ μὲν ὡς πρῶτα ἁπλᾶ καὶ ἀμιγῆ [ὄντ]α πρὸς οὐθὲν ἕτερον ἔχειν τὴν ὄρε[ξι]ν, προβληθέντα δὲ ὑπὸ τοῦ Θεοῦ [κ]αὶ ἔξω κραθέντα γενέσθαι ζῶον, προαίρεσιν ἔχον ὀλοθρεῦσαι κακούς. καὶ οὕτως ἐξ αὐτοῦ πάντων γεγεννημένων, ὁ πονηρὸς οὔτε ἄλλοθέν ἐστιν, οὔτε ἀπ᾽ αὐτοῦ τοῦ πάντα πεποιηκότος Θεοῦ τὴν κακίαν εἴληφεν, παρ᾽ ᾧ ὑπάρχειν ἀδύνατόν ἐστιν, ὅτι αἱ μὲν οὐσίαι ὡς ἕτεραι οὖσαι, πεφιλοκρινημέναι ἐξ αὐτοῦ προβέβληνται, καὶ ἔξω αὐταῖς κραθείσαις ὑπὸ τῆς αὐτοῦ τέχνης βουλήσει συμβέβηκεν ἡ πρὸς τὸν τῶν κακῶν ὄλεθρον ἐπιθυμία·
「これらは、最初は単純で混じり気のないものとして生まれ、他の何ものへも欲求を持たなかったが、神によって押し出され、外部において混合されると、一つの生き物となり、悪しき人々を滅ぼす意志を持つに至った。こうして万物が彼から生まれたのであるから、悪しき者は他のところから来たのでもなく、万物を造ったその神自身から悪を受け取ったのでもない。神のもとにそれが存在することは不可能である。なぜなら、諸々の実体は、互いに異なるものとして、選び分けられて彼から押し出されたのであり、それらが外部において混合されたとき、彼の技によって、意志のままに、悪しき人々の破滅を求める欲求が付随的に生じたからである。」
Homiliae 19.12.3
ἀγαθοὺς δὲ ἡ συμβεβηκυῖα κακία ὀλοθρεῦσαι οὐ δύναται, οὐδ᾽ εἰ βουληθείη, νόμῳ γὰρ κατὰ τῶν ἁμαρτανόντων ἔχει ἐξουσίαν. ἀγνοῶν οὖν τὰ ἕκαστα τῶν τρόπων τὴν κατ᾽ αὐτῶν λαμβά [νει ἐμ] πειρίαν, καὶ διελέγξας τιμωρ [εῖ. καὶ ὁ Σί] μων ἔφη·
「その付随的な悪は、たとえ望んだとしても、善き人々を滅ぼすことはできない。なぜなら、それは法によって、罪を犯す者どもに対してのみ権能を持つからである。それゆえ、それぞれの者のありようを知らぬまま、彼らを試みて知り、罪を暴いた上で罰するのである。」
Homiliae 19.12.4
δυνατὸς οὖν ὑπάρχ[ων συγ]κιρνᾶν τὰ στοιχεῖα, καὶ ποιεῖν κρᾶ[σιν] πρὸς ἅς βούλεται γενέσθαι προ [αιρέ]σεις, διὰ τί μὴ ἀγαθῶν προαιρ [ετικὴν] ἐποίει τὴν ἑκάστου κρᾶσιν;
「それなら、元素を混ぜ合わせ、望むままの意志が生じるように混合を作ることができるのに、なぜ神は、それぞれの混合を善きことを選ぶものとして作らなかったのか。」