作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia XII, Caput XIX 第XII講話 第XIX章

Anonymous · Homiliae · 5 sectiones

Homiliae 12.19.1

1

Ταῦτα τῆς γυναικὸς εἰπούσης ὑπὸ λογισμῶν πολλῶν ὁ Πέτρος μετέωρος ἐδόκει ἵστασθαι. ἐγὼ δὲ ἐπελθὼν ἔφην·

女がこう言うと、ペトロは多くの思案にとらわれて、心ここにあらぬ様子で立っていた。私は近づいて言った。

Homiliae 12.19.2

2

ἐκ πολλοῦ σε περιερχόμενος ζητῶ, καὶ τὰ νῦν τί ποιοῦμεν; ὁ δὲ Πέτρος προσέταξέν μοι προάξαντι μένειν αὐτὸν ἐπὶ τοῦ σκάφους. καὶ ἐπειδὴ ἀντειπεῖν οὐκ ἦν αὐτῷ κελεύσαντι, ἐποίησα τὸ προσταχθέν. ὁ δὲ Πέτρος μικρᾷ τινι ὑποψίᾳ, ὡς αὐτός μοι πάντα ὕστερον διηγήσατο, παλλόμενος τὴν καρδίαν ἐπυνθάνετο τῆς γυναικὸς λέγων·

「もうしばらく前からあちこち探し回ってあなたを捜していました。今はどうしましょうか。」するとペトロは私に、先に行って船で待つようにと命じた。彼の命令には逆らうことができなかったので、私は命じられたとおりにした。ペトロは、後になって私にすべて語ったところによれば、ある小さな疑いを抱き、心臓を高鳴らせながら、その女に尋ねて言った。

Homiliae 12.19.3

3

εἰπέ μοι, γύναι, τὸ γένος καὶ τὴν πόλιν καὶ τῶν τέκνων τὰ ὀνόματα, καὶ ἤδη δίδωμί σοι τὸ φάρμακον. ἡ δὲ βίαν πάσχουσα καὶ εἰπεῖν οὐ θέλουσα, τὸ δὲ φάρμακον λαβεῖν ἐπιθυμοῦσα, ἐσοφίσατο ἄλλα ἀντὶ ἄλλων εἰπεῖν·

「女よ、お前の家柄と町、そして子供たちの名を私に言いなさい。そうすればすぐにあの薬をお前に与えよう。」彼女は無理強いされ、言いたくはなかったが、薬をどうしても手に入れたかったので、ありのままではなく、別のことを言って取り繕った。

Homiliae 12.19.4

4

καὶ ὁμῶς ἔφη, αὐτὴν μὲν Ἐφεσίαν εἶναι, τὸν δὲ ἄνδρα Σικελόν, ὁμῶς καὶ τῶν τριῶν τέκνων ἤλλαξεν τὰ ὀνόματα. καὶ ὁ Πέτρος νομίσας αὐτὴν ἀληθεύειν ἔφη·

そして、自分はエフェソスの出身で、夫はシケリア人だと言い、三人の子供たちの名前も変えて答えた。ペトロは彼女が真実を語っていると思い込んで言った。

Homiliae 12.19.5

5

οἴμοι γύναι, ἐνόμιζον μεγάλην τινὰ χαρὰν τὴν σήμερον ἄγειν ἡμέραν, ὑποπτεύσας σέ τινα εἶναι, ἣν ἐνόμιζον, ἧς τὰ πράγματα ἀκούσας ἀκριβῶς ἐπίσταμαι. ἡ δὲ ἐξώρκιζεν λέγουσα· δέομαι εἰπέ μοι, ἵνα εἰδῶ εἴ ἐστίν τις ἐν γυναιξὶν ἀθλιωτέρα ἐμοῦ.

「ああ、女よ、私は今日という日を、何か大きな喜びの日として迎えることになると思っていた。お前が、私の思っていたある人ではないかと疑ったのだ。その人の身の上については、詳しく聞いて正確に知っているからだ。」彼女は神にかけて頼み込み、言った。「お願いです、教えてください。女の中に私よりも不幸な者がいるかどうか知りたいのです。」