Homiliae 18.22.1
Καὶ ὁ Πέτρος ταῦτα εἰπόντι τῷ Σίμωνι, ἐκβαίνειν μέλλοντι, ἔφη· ἔτι τοῦτό μου ἄκουσον, καὶ πορεύου ὅπου θέλεις. τοῦ δὲ Σίμωνος ἐπιστραφέντος καὶ ἐπιμείναντος ὁ Πέτρος ἔφη· οἶδα πῶς τότε ἀκούων κατεπλάγης, ὅτι εἶπον·
ペトロは、こう言って立ち去ろうとしていたシモンに向かって言った。「なおもこれを私から聞け、そのあとで望むところへ行くがよい。」シモンが振り返ってとどまると、ペトロは言った。「私が、あのとき『世界を創った神に逆らって何かを語る者が誰であれ、私は信じない』と言ったのを聞いて、お前がどれほど驚いたか、私には分かっている。」
Homiliae 18.22.2
ὅστις ποτ᾽ ἄν ᾖ κατὰ τοῦ τὸν κόσμον κτίσαντος Θεοῦ λέγων ὁτιοῦν, οὐ πιστεύω. τοῦ δὲ ἐπὶ τούτου μεῖζον νῦν ἄκουσον. ἐὰν τῷ ὄντι ὁ τὸν κόσμον κτίσας Θεὸς τὴν γνώμην τοιοῦτος ὤν τυγχάνῃ, ὁποῖον αἱ γραφαὶ καταλέγουσιν, καὶ εἰ ἄλλως πως ἀπαραβλήτως κακός ἐστιν, ὡς οὔτε αἱ γραφαὶ εἰπεῖν ἴσχυσαν, οὔτε ἄλλος τις κἄν ἐννοῆσαι δυνατός ἐστιν, ὁμοίως ἐγὼ οὐκ ἀποστήσομαι τὸν αὐτὸν μόνον σέβειν, καὶ τὸ αὐτοῦ βούλημα ποιεῖν. εἰδέναι γάρ σε θέλω καὶ πεπεῖσθαι, ὅτι ὁ εἰς τὸν αὑτοῦ ποιητὴν οὐκ ἔχων στοργὴν οὐδ’ εἰς ἕτερον ἔχειν ποτὲ δύναται. εἰ δὲ ἔχῃ πρὸς ἕτερον, παρὰ φύσιν ἔχων, ἐκ πονηροῦ τὸν τῶν ἀδίκων ἔρωτα ἔχων ἀγνοεῖ, ὡς μηδ᾽ ἐκεῖνον βεβαίως φυλάξαι δυνάμενος. καὶ εἰ ἄρα ἐστίν τις ἕτερος ὑπὲρ τὸν δημιουργὸν, ἀποδέξεταί με ὡς ἀγαθὸς ταύτῃ μᾶλλον, ὅτι τὸν ἐμὸν ἀγαπῶ πατέρα, σὲ δὲ οὐκ ἀποδέξεται εἰδὼς, ὅτι τὸν φύσει σου ποιητήν, οὐ γὰρ λέγω πατέρα , κατέλιπες ἐπ᾽ ἐλπίδι μείζονι, οὐ φροντίσας τοῦ εὐλόγου. οὕτως εἰ καὶ αὐτοῦ κρείττονα εὑρήσῃς, οἶδεν ὅτι καὶ αὐτὸν καταλείψεις ποτέ, καὶ μᾶλλον ὅτι μὴ γέγονέν σου πατήρ, ὁπότε καὶ τὸν ὄντως σου πατέρα κατέλιπες.
「『世界を創った神に逆らって何かを語る者が誰であれ、私は信じない』と。しかし今は、これよりもさらに大きなことを聞け。もし実際に、世界を創った神が、聖書の語るとおりの心を持つ者であり、あるいはそのほかの仕方で、聖書が語りえなかったほど、また誰もが思い描くことすらできないほど、比べようもなく悪しき者であったとしても、私は同じように、その方のみを拝み、その方の意志を行うことをやめないであろう。というのも、私はお前に知ってほしい、そして納得してほしいのだ。自分を造った者への愛情を持たない者は、ほかの誰に対しても、それを持つことは決してできないということを。もし別の者への愛情を持つならば、それは本性に反して持つのであり、悪しきところから、不正な者たちへの恋着を持ちながら、自分でもそれと気づかず、その相手さえも確かに守り抜くことができないでいるのだ。そしてもし、造り主にまさる別の方が実際にいるのであれば、その方は私のことを、自分の父を愛しているというまさにこの理由によって、善き者としてなおいっそう受け入れてくださるだろう。しかしお前のことは受け入れないだろう。なぜなら、その方は知っておられるからだ、お前が、より大きな望みにかけて、本性上お前を造った者を——父とはあえて言わないが——理にかなった考えもなしに捨て去ったということを。同じように、もしお前がその方よりも優れた別の方を見出したとしても、その方は、お前がいつかその方をも捨て去るであろうことを知っている。そしてなおいっそう、その方はお前の父とはならないだろう、お前がまことの父さえも捨てたのだから。」