Homiliae 3.43.1
Εἰ δὲ Ἀδὰμ ἔργον Θεοῦ ὑπάρχων πρόγνωσιν εἶχεν, πολὺ μᾶλλον ὁ δημιουργήσας αὐτὸν Θεός. καὶ ψεῦδός ἐστιν τὸ γεγράφθαι· ἐνεθυμήθη ὁ Θεός, ὡς λογισμῷ χρησαμένου διὰ τὴν ἄγνοιαν. καὶ εἰ ἐπείραζεν κύριος τὸν Ἀβραὰμ, ἵνα γνῷ εἰ ὑπομένει. καὶ τὸ γεγραμμένον·
「もしアダムが神の業でありながら予知を持っていたのなら、彼を造った神はなおさらのことである。それゆえ、『神は思った』と書かれていることは偽りであり、それはあたかも無知のゆえに思案を用いたかのようである。また、『主はアブラハムを試みた、彼が耐え忍ぶかどうかを知るために』というのも同様である。そして、こう書かれていることも。」
Homiliae 3.43.2
καταβάντες ἴδωμεν εἰ κατὰ τὴν κραυγὴν αὐτῶν, τὴν ἐρχομένην πρός με, συντελοῦνται· εἰ δὲ μή, ἵνα γνῶ. καὶ ἵνα μὴ εἰς πολὺ μηκύνω τὸν λόγον, ὅσαι ποτὲ φωναὶ ἄγνοιαν αὐτοῦ καταλέγουσιν ἢ ἄλλο τι χαλεπὸν, ὑφ᾽ ἑτέρων φωνῶν τὰ ἐναντία λεγουσῶν ἀνασκευαζόμεναι ψευδεῖς εἶναι ἐλέγχονται. ὅτι δὲ ὄντως προγινώσκει, λέγει τῷ Ἀβραάμ·
『下って行って、彼らの叫びが私のもとに届いているとおりに事が行われているか見よう。もしそうでなければ、私が知るために。』「そして、話をあまり長く引き延ばさないために言うが、彼の無知や他の何らかのつらいことを挙げ連ねるすべての言葉は、それに反することを語る他の言葉によって覆され、偽りであると論駁されるのである。彼が実際には予知していることは、彼がアブラハムに語った次の言葉から分かる。」
Homiliae 3.43.3
γινώσκων γνώσῃ, ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, καὶ δουλώσουσιν αὐτό, καὶ κακώσουσιν καὶ ταπεινώσουσιν αὐτοὺς τετρακόσια ἔτη·
『汝は必ず知るであろう、汝の子孫は自分のものではない地に寄留者となり、彼らはこれを奴隷とし、四百年のあいだ苦しめ、卑しめるであろう。』
Homiliae 3.43.4
τὸ δὲ ἔθνος ᾧ ἄν δουλεύσωσιν κρινῶ ἐγώ. μετὰ δὲ ταῦτα ἐξελεύσονται ὦδε μετὰ ἀποσκευῆς πολλῆς, σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου μετ᾽ εἰρήνης , τραφεὶς ἐν γήρει καλῷ· τετάρτῃ δὲ γενεᾷ ἀποστραφήσονται ὧδε· οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων ἕως τοῦ νῦν.
『そして、彼らが仕えることになる民を、私が裁くであろう。その後、彼らは多くの財産を携えてここに出て来るであろう。汝は平和のうちに汝の父祖たちのもとへ行き、良い老年を送って養われるであろう。そして第四代になって、彼らはここに帰って来るであろう。アモリ人の罪が今に至るまでまだ満ちていないからである。』