Homiliae 5.24.1
Εἰ δὲ τούτων δεῖ ζηλοῦν τοὺς βίους, μὴ μόνον τὰς μοιχείας, ἀλλὰ καὶ τὰς τραπέζας αὐτῶν μιμώμεθα. ὁ γὰρ Κρόνος τὰ αὑτοῦ τέκνα κατέπιεν, καὶ Ζεὺς ὁμοίως τὴν αὑτοῦ θυγατέρα. καὶ τί δεῖ λέγειν;
「『もし彼らの生き方に倣うべきだというのなら、姦通だけでなく、彼らの食卓にも倣おうではないか。クロノスは自分の子らを呑み込み、ゼウスも同じく自分の娘を呑み込んだ。何を語る必要があろうか。』」
Homiliae 5.24.2
Πέλοψ πάντων θεῶν δεῖπνον ἐγένετο. ὅθεν καὶ ἡμεῖς πρὸ τῶν ἀθεμίτων γάμων ὅμοιον δεῖπνον τοῖς θεοῖς ἐπιτελέσωμεν. οὕτω γὰρ ἄν εἴη τὸ δεῖπνον τῶν γάμων ἄξιον. ἀλλὰ τοῦτο οὐκ ἄν ὑποστῇ ποτε, ὡς οὐδὲ ἐγὼ τὸ μοιχήσασθαι. πρὸς τούτοις δέ μοι ἔρωτος ὡς δυνατοῦ θεοῦ ἀπειλεῖς χόλον. ἔρως θεὸς οὐκ ἔστιν, οἷος δοκεῖ, ἀλλ᾽ ἐκ τῆς τοῦ ζώου κράσεως πρὸς διαδοχὴν τοῦ βίου, κατὰ πρόνοιαν τοῦ τὰ πάντα ἐνεργήσαντος, συμβαίνουσα ἐπιθυμία, ἵνα τὸ πᾶν γένος μηδεπώποτε ἐπιλείπῃ, ἀλλὰ προφάσει ἡδονῆς ἐκ τῆς τοῦ μέλλοντος τελευτᾶν οὐσίας πάλιν ἄλλος γένηται, νομίμῳ προεκπεφυκὼς γάμῳ, ὅπως πρὸς τὸ γηροτροφεῖν τὸν αὑτοῦ πατέρα γνώσῃ·
「『ペロプスは、あらゆる神々の晩餐となった。それゆえ我々も、掟に背く婚姻を結ぶ前に、神々にならって同じような晩餐を開こうではないか。そうしてこそ、その晩餐は婚姻にふさわしいものとなるだろう。だが、そのようなことは決して起こり得まい——私が姦通することがあり得ないのと同じことである。さらにお前は、力ある神としてのエロースの怒りを私に脅しの種として持ち出す。エロースは、そう見えているような神ではなく、生き物の混成から、人生の継承のために、万物を働かせる方の摂理に従って生じる欲望にすぎない——種族が決して絶えることのないように、しかし快楽を口実として、やがて死にゆく実体から、正式な婚姻によって先に生まれた別の者が生じ、老いた自分の父を養うことを知るためである。』」
Homiliae 5.24.3
ὅπερ ποιεῖν οἱ ἐκ μοιχείας γεγονότες οὐκ ἂν ἐδύναντο, φύσιν στοργῆς πρὸς τοὺς γεννήσαντας οὐκ ἔχοντες.
「『これは、姦通から生まれた者たちにはできないことである——彼らは、自分を生んだ者たちに対する情愛の本性を持たないからである。』」