作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia I, Caput XVIII 第I講話 第XVIII章

Anonymous · Homiliae · 2 sectiones

Homiliae 1.18.1

1

Ἡ τοῦ Θεοῦ βουλὴ ἐν ἀδήλῳ γέγονε κατὰ πολλοὺς τρόπους. τὰ μὲν πρῶτα εἰσαγωγὴ κακὴ , συντροφία πονηρὰ, συνήθεια δεινὴ, ὁμιλία οὐ καλὴ, πρόληψις οὐκ ὀρθὴ, διὰ ταῦτα πλάνη·

「神の御旨は、多くの仕方によって不明瞭なものとなってきた。まず第一に、悪しき教育、邪悪な仲間付き合い、恐るべき習慣、良くない交わり、正しくない先入見——これらのゆえに迷いが生じるのだ。」

Homiliae 1.18.2

2

εἶτα ἀφοβία, ἀπιστία, πορνεία, φιλαργυρία, κενοδοξία, καὶ ἄλλα τοιαῦτα μυρία κακὰ, ὥσπερ καπνοῦ πλῆθος, ὡς ἕνα οἶκον οἰκοῦντα τὸν κόσμον, τῶν ἔνδοθεν οἰκούντων ἀνδρῶν ἐπεθόλωσαν τὰς ὁράσεις , καὶ οὐκ εἴασαν ἀναβλέψαντας ἐκ τῆς διαγραφῆς τὸν δημιουργὸν συγκατανοῆσαι Θεὸν, καὶ τὸ τούτῳ δοκοῦν γνωρίσαι. διὸ τοὺς φιλαλήθεις ἔσωθεν χρὴ ἐκ στέρνων βοήσαντας ἐπικουρίαν προσκαλέσασθαι, φιλαληθεῖ λογισμῷ, ἵνα τις ἐντὸς ὢν τοῦ οἴκου τοῦ πεπλησμένου καπνοῦ, προσιὼν ἀνοίξῃ θύραν, ὅπως δυνηθῇ τὸ μὲν ἐκτὸς τοῦ ἡλίου φῶς εἰσκριθῆναι τῷ οἴκῳ, ὁ δὲ ἐντὸς τοῦ πυρὸς ὣν ἐκβληθῆναι καπνός. XIX.

「次いで、神を畏れぬこと、不信、姦淫、金銭への執着、虚栄、その他こうした無数の悪が、あたかも煙の充満のように、世界という一つの家に住む人々の視力を曇らせ、目を上げて、描き出されたその姿から造り主なる神を悟り、その御心にかなうことを知ることを妨げてきたのだ。それゆえ、真理を愛する者たちは、内側から胸の底より助けを呼び求め、真理を愛する思案をもって、煙の充満した家の内にいる者が近づいて戸を開けるように、外の太陽の光が家の内に入り込み、内にあった火の煙が外へ追い出されるようにしなければならない。」