Homiliae 5.9.1
Καὶ ὁ Ἀππίων ἔφη· ταύτῃ μᾶλλον εὔελπίς εἰμι πείθειν αὐτὴν δυνήσεσθαι, ὡς αὐτὸς θέλεις, εἴ περ γε προσομιλῆσαι αὐτῇ δυνάμεθα. κᾀγὼ ἀπεκρινάμην· ἀδύνατον. καὶ ὁ Ἀππίων ἐπύθετο, εἰ ἐπιστεῖλαι αὐτῇ δυνατόν ἐστιν. κᾀγὼ ἔφην· δυνατὸν τοῦτό γε. καὶ ὁ Ἀππίων ἔφη·
「するとアッピオンは言った。『そういうことなら、お前が望むとおりに、私は彼女を説き伏せられるだろうという望みをいっそう強く抱く——もし我々が彼女と直接語り合うことができるならば。』私は答えた。『それは不可能だ。』アッピオンは、彼女に手紙を送ることができるかと尋ねた。私は言った。『それならできる。』するとアッピオンは言った。」
Homiliae 5.9.2
ἔτι τῇ νυκτὶ ταύτῃ συγγράψω βιβλίον, μοιχείας ἐγκώμιον, ὅπερ σὺ παρ᾽ ἐμοῦ λαβὼν διαπέμψεις αὐτῇ, καὶ ἐλπίζω ὅτι πεισθεῖσα συνθήσεται. συγγράψας ὁ Ἀππίων ἐκεῖνο τὸ βιβλίον ἐδίδου ἐμοί, περὶ οὗ καὶ ἐν τῇ νυκτὶ ταύτῃ ἐνενόησα, καὶ εὔκαιρος ἔχειν αὐτὸ ὑπεμνήσθην, σὺν ἄλλοις βιβλίοις οἷς μετ᾽ ἐμαυτοῦ ἐπιφέρομαι. διηγησάμενος δὲ ταῦτα ἔδειξα τοῖς παροῦσι τὸ βιβλίον, καὶ βουλομένοις ἐπακούσαι ἀνέγνων, καὶ δὴ ἀναγνοὺς ἔφην·
「『今夜のうちに、私は一冊の書物を書き上げよう——姦通礼賛の書だ。お前はそれを私から受け取って彼女に送り届けるがよい。私は、彼女が説き伏せられて同意するだろうと期待している。』アッピオンはその書物を書き上げて私に渡した。この書物のことを、私はまさにこの夜思い出し、私が自分とともに携えているほかの書物とともに、ちょうど手元にあることを思い当たった。私はこのことを語り終えると、居合わせた人々にその書物を見せ、聞きたいと望む者たちに読み聞かせた。そして読み終えて、私は言った。」
Homiliae 5.9.3
αὕτη ἐστίν, ἄνδρες, ἡ τῶν Ἑλλήνων παιδεία, γενναίαν ὑπόθεσιν ἔχουσα πρὸς τὸ ἀδεῶς ἐξαμαρτάνειν. τὸ δὲ βιβλίον ἦν οὕτως ἔχον.
「男たちよ、これがギリシア人の教養である——恐れることなく罪を犯すための、ご立派な言い分を備えているのだ。その書物はこのようなものであった。」