Homiliae 10.21.1
Λέγουσι γὰρ οἱ πολλοί· τῶν σεβασμάτων ἡμῶν σέβομεν οὐ τὸν χρυσὸν οὐδὲ τὸν ἄργυρον οὐδὲ ξύλον ἢ λίθον· ἴσμεν γὰρ καὶ ἡμεῖς ὅτι ταῦτα οὐδέν ἐστιν ἢ ἄψυχος ὕλη καὶ ἀνθρώπου θνητοῦ τέχνη·
「というのも、多くの者たちはこう言うからである。『我々が崇めているものにおいて、我々が敬っているのは金でも銀でも木や石でもない。それらが命なき材料と死すべき人間の技にほかならないことは、我々もまた知っている。』」
Homiliae 10.21.2
ἀλλὰ τὸ κατοικοῦν ἐν αὐτοῖς πνεῦμα, τοῦτο θεὸν λέγομεν. ὅρα τῶν ταῦτα λεγόντων τὴν κακοήθειαν. ἐπεὶ γὰρ τὸ φαινόμενον εὐέλεγκτόν ἐστιν, ὅτι οὐδέν ἐστιν, κατέφυγον ἐπὶ τὸ ἀόρατον, ὡς ἐπ᾽ ἀδήλῳ τινὶ ἐλεγχθῆναι μὴ δυνάμενοι. πλὴν συνομολογοῦσιν ἡμῖν οἱ τοιοῦτοι ἐπὶ μέρους, ὅτι τὸ ἥμισυ τῶν παρ᾽ αὐτοῖς ἱδρυμάτων Θεὸς οὐκ ἔστιν, ἀλλ᾽ ἀναίσθητος ὕλη. λοιπὸν δὲ περιλείπεται δεῖξαι αὐτούς, πῶς πιστεύομεν ὅτι θεῖον ἔχει πνεῦμα. ἀλλ᾽ ἐπιδεῖξαι ἡμῖν οὐ δύνανται ὅτι ἐστίν, ἐπεὶ μή ἐστιν. καὶ αὐτοῖς ἑωρακέναι οὐ πιστεύομεν. ἡμεῖς αὐτοῖς ὅτι θεῖον οὐκ ἔχει τὰς ἀποδείξεις παρέξομεν, ὅπως τοῦ δοκεῖν αὐτὰ ἔμπνοα εἶναι οἱ φιλαληθεῖς τὸν ἔλεγχον ἀκούσαντες τῆς λυσσώδους ὑπονοίας ἀποτραπῶνται.
「『むしろ、それらに宿る霊、これを我々は神と呼んでいるのだ』と。——このように言う者たちの悪意を見るがよい。目に見えるものが何でもないと容易に論駁されるので、彼らは目に見えないものへと逃げ込んだのである、明らかでない何かによっては論駁されえないかのように。しかし、そのような者たちも、一部については我々に同意している。すなわち、彼らのもとにある像の半分は神ではなく、感覚のない材料にすぎないということを。残るは、それが神的な霊を持つと我々がどうして信じられるのかを、彼らが示すことだけである。しかし彼らは、それがあるということを我々に示すことができない。存在しないからである。そして彼ら自身がそれを見たとも我々は信じない。我々の方から、それが神的なものを持たないという論証を彼らに示そう。真理を愛する者たちが、この論駁を聞いて、それらが命あるものであるかのように見えることから、その狂おしい憶測を離れ去ることができるように。」