作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia XI, Caput XII 第XI講話 第XII章

Anonymous · Homiliae · 4 sectiones

Homiliae 11.12.1

1

Ἄλλοι δὲ λέγουσιν· οὐ πεφρόντικεν ἡμῶν ὁ Θεός. καὶ τοῦτο ψεῦδός ἐστιν. εἰ γὰρ ὄντως οὐκ ἐφρόντιζεν, οὐκ ἂν οὐδὲ τὸν ἥλιον αὑτοῦ ἀνέτελλεν ἐπὶ ἀγαθοὺς καὶ πονηρούς, οὔτε τὸν ὑετὸν αὑτοῦ ἔφερεν ἐπὶ δικαίους καὶ ἀδίκους. ἕτεροι δὲ λέγουσιν·

「他の者たちはこう言う、『神は我々のことを気にかけていない』と。これもまた偽りである。もし本当に気にかけていなかったなら、自分の太陽を善人にも悪人にも昇らせることも、自分の雨を正しい者にも不正な者にも降らせることもなかったであろう。また別の者たちはこう言う。」

Homiliae 11.12.2

2

εὐσεβέστεροί ἐσμεν, καὶ αὐτὸν καὶ τὰ ἀγάλματα σέβοντες. οὐκ οἶμαι, εἰ τοῦτο λέγων ἐρεῖ βασιλεῖ· τὴν ἴσην σοι ἀπονέμω τιμήν, οἵαν καὶ τοῖς νεκροῖς καὶ ἐῤῥιμμένῃ κοπρίᾳ· οὐκ οἴομαι εἰ καλῶς ἀπαλλάξει. ἀλλ᾽ ἐρεῖ τις·

「『我々は、彼をも像をも敬うことで、より敬虔なのだ』と。もし人がこう言って王に、『私はあなたに、死者や捨てられた糞にも払うのと同じ敬意を払う』と言ったとしたら——それでうまく済むとは私には思えない。しかし誰かはこう言うだろう。」

Homiliae 11.12.3

3

κοπρίαν λέγεις τὰ σεβάσματα ἡμῶν; ναί φημι. ἄχρηστα γὰρ ὑμῖν αὐτὰ ἐποιήσατε, εἰς τὸ σέβειν καταριθμήσαντες, τῆς οὐσίας αὐτῶν ἴσως εἰς ἄλλο τι, εἰς χρῆσιν κόπρου, εὐχρηστησάσης. νῦν δὲ οὐδὲ εἰς τοῦτο χρησιμεύει, ὅτε μετασχηματίσαντες προσκυνεῖτε. πῶς δὲ εὐσεβέστεροι εἶναί φατε, οἱ πάντων ἀσεβέστατοι, ταύτῃ αὐτῇ τῇ μιᾷ καὶ ἀσυγκρίτῳ ἁμαρτίᾳ ψυχῆς ὄλεθρον ὀφείλοντες τὰ ἀληθῆ, ἐὰν ἐπιμείνητε; ὡς γὰρ εἴ τις υἱὸς πολλὰ εὐεργετούμενος ὑπὸ τοῦ πατρὸς ἑτέρῳ τινὶ τῷ μὴ πατρὶ τὴν ὀφειλομένην τῷ πατρὶ ἀποδῷ τιμήν, πόντως ἀποκληρονόμος γίνεται·

「『お前は我々の崇めるものを糞だと言うのか』と。そうだ、と私は言う。諸君はそれらを役に立たないものにしてしまった、崇拝の対象として数え入れることによって。その材料はおそらく他の用途、糞の用として役立ったであろうに。今ではそれすら役に立たない、諸君が形を変えて礼拝しているのだから。すべての者のうちで最も不敬虔でありながら、どうして自分たちの方がより敬虔だと言えるのか。もし諸君がそのまま留まるならば、この一つの、比べようのない罪によって、まことに魂の滅びを負うことになるのに。たとえば、もしある息子が、父から多くの恵みを受けながら、父ではない他の誰かに、父に帰すべき敬意を払うならば、その者は間違いなく相続権を失うことになる。」

Homiliae 11.12.4

4

ἐπὰν δὲ κατὰ γνώμην τοῦ πατρὸς βιοὺς εὐχαριστῇ ἐπὶ ταῖς εὐεργεσίαις, εὐλόγως κληρονόμος γίνεται.

「しかし、父の思し召しに従って生き、その恵みに対して感謝を捧げるならば、その者は当然の理由をもって相続人となるのである。」