Homiliae 16.4.1
Καὶ ὁ πατὴρ ἀπεκρίνατο· μή με βιάζου ἀκρίτως συνθέσθαι σοι, ἵνα δόξω φιλαλήθης εἶναι κριτής, εἰ δὲ τἀληθῆ ἀκοῦσαι θέλῃς, τῷ σῷ φρονήματι μᾶλλον προείλημμαι. καὶ ὁ Σίμων· πῶς προείληψαι, οὐκ εἰδὼς ὅ φρονῶ; καὶ ὁ πατήρ· τοῦτο ῥᾴδιόν ἐστιν εἰδέναι, καὶ πῶς ἄκουσον. ἐλέγχειν ὑπέσχου Πέτρον ἕνα Θεὸν λέγοντα εἶναι, ὅτι ψεύδεται, ὁ δὲ ἕνα λέγοντα ψεύσματος ἐλέγξαι ἐπαγγελλόμενος, ὡς ἀληθεύων, τὸ αὐτὸ οὐ λέγει. εἰ γὰρ τῷ καταψευδομένῳ τὸ αὐτὸ λέγει, καὶ αὐτὸς ψεύδεται, εἰ δὲ τὰ ἐναντία λέγων ἀποδείκνυσιν, τότε ἀληθεύει. οὐκ ἄλλως οὖν τὸν ἕνα Θεὸν εἶναι λέγοντα ψεύστην λέγεις, εἰ μή τι ἄν ὅτι πολλοὺς δοξάζεις θεούς.
すると父は答えた。「私に、吟味もせずお前に同意するよう強いるな。それでは私が真理を愛する裁き手であるように見せかけるだけになってしまう。だがもし本当のことを聞きたいなら、私はむしろお前の見解の方に予め捉われている。」するとシモンは言った。「私の考えを知らずに、どうしてお前は予め捉われていると言えるのか。」すると父は言った。「それを知るのはたやすいことだ。どのようにしてかを聞くがよい。お前は、ペトロが神はただひとりだと言っていることについて、彼が偽っていると論駁すると約束した。だが、ひとりの神を語る者を偽りであると論駁すると公言しながら、真実を語る者として、同じことを言わないのなら――もし偽りを述べる者と同じことを言うのなら、お前自身も偽っていることになるが、もし反対のことを言って証明するのなら、その時こそ真実を語っていることになる。だからお前は、ひとりの神があると言う者を偽り者だと言う以上、多くの神々を認めている、ということ以外にはありえない。」
Homiliae 16.4.2
Θεοὺς δὲ πολλοὺς εἶναι κἀγὼ λέγω. τὸ αὐτὸ οὖν σοι πρὸ τῆς ζητήσεως λέγω. σοὶ μᾶλλον προείλημμαι. καὶ κατὰ τοῦτο ἀγωνιᾶν περὶ ἐμοῦ οὐκ ὀφείλεις, ἀλλὰ Πέτρος, ὅτι ἀκμὴν αὐτῷ τὰ ἐναντία φρονῶ. ὅπερ μετὰ τὴν ὑμετέραν ζήτησιν ἐλπίζω φιλαλήθης ὤν κριτὴς, πρόληψιν ἀποδυσάμενος, τῷ ἐπικρατοῦντι συνθέσθαι λόγῳ. ταῦτα τοῦ πατρὸς εἰπόντος ἡρέμα βοή τις ἐπαίνου ἐκ τῶν ὄχλων ἐγένετο ἐπὶ τῷ οὕτως τὸν πατέρα διαλεχθῆναι.
「そして私自身も、神々が多く存在すると言う。だから、私は探究の前から、お前と同じことを言っているのだ。私はお前の側に予め捉われている。それゆえ、お前は私について気を揉む必要はなく、むしろペトロについて気を揉むべきだ。私は今なお彼とは反対の考えを持っているのだから。もっとも、諸君の探究が終わった後には、私は真理を愛する裁き手として、先入観を脱ぎ捨て、勝った方の言葉に同意することを望んでいる。」父がこう言うと、群衆の中から、父がこのように語ったことへの称賛のざわめきが静かに起こった。