Homiliae 1.14.1
Φανερὸς δ᾽ ἦν μοι ἀποναρκήσας. ἐμοῦ γὰρ εἰπόντος· σύ μοι μόνον τοὺς τοῦ φανέντος ἀνδρὸς οὕς ἥκουσας ἐκτίθου λόγους, κἀγὼ τῷ ἐμῷ κοσμήσας λόγῳ τοῦ Θεοῦ κηρύξω τὴν βούλησιν, καὶ εἶθ’ οὕτως ἐντὸς ὀλίγων ἡμερῶν συμπλεύσω σοι·
彼は明らかに気力を失っているように私には見えた。というのも、私が「お前はただ、その現れた方について聞いたところの言葉を私に語ってくれればよい。そうすれば私は自分の言葉で飾って、神の御旨を宣べ伝えよう。そしてその後、数日のうちにお前と共に船出しよう」と言うと——
Homiliae 1.14.2
λίαν γὰρ ποθῶ ἐπὶ τὸν τῆς Ἰουδαίας γενέσθαι τόπον· τάχα δὲ καὶ συνοικήσω ὑμῖν τὸν πάντα μου τῆς ζωῆς βίον· ὁ δὲ ταῦτα ἀκούσας ἀπεκρίνατο· σὺ εἰ μὲν ἱστορῆσαι τὰ ἡμέτερα καὶ μαθεῖν τὸ συμφέρον θέλεις, ἐξ αὐτῆς μοι σύμπλευσον·
「私はユダヤの地に行くことを切に望んでいるのだ。おそらくは、この先の生涯すべてを諸君と共に過ごすことにもなろう。」——彼はこれを聞いてこう答えた。「もしお前が我々のことを知り、益となることを学びたいのであれば、今すぐ私と共に船出せよ。」
Homiliae 1.14.3
ἐπεί γε τὰ σημεῖα τῆς οἰκήσεώς μου καὶ ὧν θέλεις ἐγώ σοι σήμερον ἐρῶ, ἵνα ὅτε βούλει ἐλθὼν ἐπιστῇς ἡμῖν· ἐγὼ γὰρ αὔριον πορεύσομαι ἐπὶ τὰ ἐμαυτοῦ. καὶ δὴ ἀδυσώπητον ἰδὼν συνῆλθον αὐτῷ μέχρι τοῦ λιμένος·
「もっとも、私の住まいの目印と、お前が望むものについては、今日お前に語っておこう。お前が望むときに来て、我々のもとに来られるようにするためだ。私は明日、自分の用事に出立するのだから。」彼が説き伏せられそうにないのを見て、私は港まで彼に同行した。
Homiliae 1.14.4
καὶ μαθὼν παρ᾽ αὐτοῦ ἅπερ ἔλεγε σημεῖα τῶν οἰκήσεων, ἔφην αὐτῷ· εἰ μὴ ὅτι αὔριόν τι ἀπαιτῶ ὀφειλόμενόν μοι, ἐξ αὐτῆς ἄν σοι συνέπλεον·
そして彼が語る住まいの目印を聞いて、私は彼に言った。「明日、私に返済されるべきものを取り立てねばならないのでなければ、今すぐにでもお前と共に船出するものを。」
Homiliae 1.14.5
πλὴν τάχιόν σε καταλήψομαι. καὶ ταῦτα εἰπών, παραθέμενος αὐτὸν τοῖς τοῦ πλοίου ἡγουμένοις ὑπέστρεφον λυπούμενος, μεμνημένος τοῦ καλοῦ καὶ συνήθους φίλου.
「だが、できるだけ早くお前に追いつこう。」こう言って、私は彼を船の指揮者たちに託し、悲しみながら帰路についた。あの善き、親しい友のことを思い起こしながら。