Homiliae 3.59.1
Ταῦτα ἀκούσας ὁ Πέτρος, τῇ ἐπιούσῃ νυκτὶ τῶν ἀκροατῶν τὸν ὄχλον συνελθεῖν ἐποίησεν. ὁμῶς συνελθοῦσιν ἔφη·
ペトロはこれを聞くと、翌晩、聞き手の群衆を集まらせた。彼らが集まると、こう言った。
Homiliae 3.59.2
ὁρμῶντός μου εἰς τὰ ἔθνη τὰ πολλοὺς θεοὺς λέγοντα, κηρῦξαι καὶ διδάξαι ὅτι εἷς ἐστιν ὁ Θεὸς, ὃς οὐρανὸν ἔκτισε καὶ γῆν καὶ τὰ ἐν αὐτοῖς πάντα, ὅπως ἀγαπήσαντες αὐτὸν σωθῆναι δυνηθῶσιν, προλαβοῦσα ἡ κακία αὐτῷ τῆς συζυγίας νόμῳ προαπέστειλεν Σίμωνα, ἵνα οἱ ἄνθρωποι, ἐὰν τοὺς πολλοὺς θεοὺς λέγειν παύσωνται, καταγνόντες τῶν ἐπὶ γῆς λεγομένων, ἐν οὐρανῷ πολλοὺς θεοὺς εἶναι νομίσουσιν·
「私が、多くの神々を語る異邦人たちのもとへ赴き、天と地とその中にあるすべてのものを造った唯一の神があること、そして彼らがその方を愛して救われることができるようにと宣べ伝え教えようとして急いでいると、悪意が対の法則に従って、それに先立ってシモンを予め遣わした。それは、もし人々が地上で語られている多くの神々を語ることをやめても、天には多くの神々があると思うようになるためである。」
Homiliae 3.59.3
ἵνα μηδέποτε τὸ τῆς μοναρχίας τιμήσαντες καλὸν εἰς τὸ παντελὲς μετὰ κόλασιν ἀπόλωνται. καὶ τὸ δεινότατον, ἐπεὶ ἀληθὴς λόγος ἀπαράβλητον ἰσχὺν ἔχει, προλαμβάνων ταῖς διαβολαῖς πείθει αὐτοὺς αὐτό, μηδὲ τὴν ἀρχὴν ἀναδέξασθαί μου·
「それは、彼らが単独支配という善きことを一度も尊ぶことなく、罰を受けた後に完全に滅びるためである。そして最も恐ろしいことは、真理の言葉は比類なき力を持っているために、彼が中傷によって先手を打ち、彼らに、私の言葉をそもそも最初から受け入れないようにと信じ込ませることである。」
Homiliae 3.59.4
μή πως ὁ διαβάλλων αὐτὸς τῷ ὄντι διάβολος ἐλεγχθῇ, καὶ ὁ ἀληθὴς λόγος ἀναδειχθεὶς πιστευθῆναι δυνηθῇ. χρὴ οὖν με ταχέως αὐτὸν ἐπικαταλαβεῖν, ἵνα μὴ ἡ διαβολὴ ἐγχρονίσασα παντελῶς πάντων ἐπικρατήσῃ.
「それは、中傷する者自身が、まことに悪魔であると暴かれることのないようにし、真理の言葉が現され、信じられることができないようにするためである。それゆえ、私は急いで彼に追いつかねばならない。中傷が長引いて、完全にすべての者を支配することのないようにするためである。」