Homiliae 11.33.1
Ὅτι δὲ ὄντως ἐν ἡμέρᾳ κρίσεως ταῖς τῶν πεπλανημένων εὐποιΐαις αἱ τῶν ἀλήθειαν ἐγνωκότων ἰσάζονται πράξεις, αὐτὸς ἡμᾶς ὁ ἀψευδὴς ἐδίδαξεν, εἰπὼν πρὸς μὲν τοὺς ἀμελοῦντας ἐλθεῖν καὶ ἐπακούειν αὐτοῦ βασίλισσα νότου ἐγερθήσεται μετὰ τῆς γενεᾶς ταύτης, καὶ κατακρινεῖ αὐτήν, ὅτι ἦλθεν ἀπὸ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος·
「まことに、裁きの日には、迷える者たちの善き行いに、真理を知った者たちの行いが等しいとされるということを、偽りなき方ご自身が我々に教えられた。彼のもとに来て耳を傾けることを怠る者たちに対して、こう言われた。『南の女王は、この世代と共に立ち上がり、これを罪に定めるであろう。彼女は地の果てから、ソロモンの知恵を聞くために来たのだから。』」
Homiliae 11.33.2
καὶ ἰδοὺ πλεῖον Σολομῶνος ὧδε, καὶ οὐ πιστεύετε. πρὸς δὲ τοὺς ἐν τῷ λαῷ μὴ θέλοντας μετανοῆσαι ἐπὶ τῷ κηρύγματι αὐτοῦ εἶπεν· ἄνδρες Νινευῖται ἐγερθήσονται μετὰ τῆς γενεᾶς ταύτης, καὶ κατακρινοῦσιν αὐτήν, ὅτι ἀκούσαντες μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ·
「『そして見よ、ソロモンにまさる者がここにいる。それでも汝らは信じない』と。そして、民のうちで彼の宣教に対して悔い改めようとしない者たちに対しては、こう言われた。『ニネベの人々は、この世代と共に立ち上がり、これを罪に定めるであろう。彼らは、ヨナの宣教を聞いて悔い改めたのだから。』」
Homiliae 11.33.3
καὶ ἰδοὺ πλεῖον ὧδε, καὶ οὐδεὶς πιστεύει. καὶ οὕτως πρὸς πᾶσαν ἀσέβειαν αὐτῶν ἀντιπαραθεὶς τοὺς ἀπὸ τῶν ἐθνῶν πεποιηκότας, εἰς κατάκρισιν τῶν ἐν θεοσεβείᾳ μηδὲ τὸ ἴσον καλὸν τοῖς πεπλανημένοις πεποιηκότων, τοὺς ἔχοντας λογισμὸν ἐνουθέτει, μὴ μόνον ὅσα τοῖς ἔθνεσιν τὰ καλὰ ἴσως ποιεῖν, ἀλλὰ τὸ πλεῖον. ὁ δὲ λόγος μοι ἐῤῥύη, πρόφασιν λαβὼν ἐκ τοῦ δεῖν φυλάσσειν τὴν ἄφεδρον, καὶ ἀπὸ κοινωνίας βαπτίζεσθαι, μὴ ἀρνεῖσθαι τὴν τοιαύτην ἁγνείαν, κἄν οἱ πεπλανημένοι αὐτὴν πράττωσιν, ὅτε εἰς κατάκρισιν τῶν ἐν θεοσεβείᾳ εἰσὶν οἱ ἐν πλάνῃ ποιοῦντες καλῶς μετὰ τοῦ μὴ σώζεσθαι·
「『そして見よ、ここにまさる者がいる。それでも誰も信じない』と。このように、彼は、諸国民から出た者たちの行いを、彼らのあらゆる不敬虔に対置することで、敬神のうちにありながら迷える者たちにも等しい善さえ行わなかった者たちを罪に定めるために、思案を持つ者たちを戒めた——諸国民に等しい善きことだけを行うのではなく、それ以上を行うようにと。私のこの話は、月のさわりを守るべきこと、そして交わりの後に洗礼を受けるべきことから話が流れ出たものであり、たとえ迷える者たちがこのような清さを実践していたとしても、それを否まないように、というためであった。敬神のうちにある者たちを罪に定めるために、迷いのうちにあって善く行いながら救われることのない者たちがいるのだから。」
Homiliae 11.33.4
ὅτι ἡ τιμὴ τῆς ἁγνείας αὐτῶν ἐστιν διὰ τὴν πλάνην, καὶ οὐ διὰ θρησκείαν τοῦ ὄντως πατρὸς καὶ Θεοῦ τῶν ὅλων.
「彼らの清さの誉れは、迷いのゆえにあるのであって、まことの父にして万物の神への礼拝のゆえにあるのではないからである。」