作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia III, Caput LIII 第III講話 第LIII章

Anonymous · Homiliae · 3 sectiones

Homiliae 3.53.1

1

Ἀλλὰ καὶ ἐξ οὐρανῶν μάρτυς φωνὴ ἠκούσθη λέγουσα· οὗτός ἐστίν μου ὁ υἱὸς ὁ ἀγαπητὸς, εἰς ὅν εὐδόκησα, τούτου ἀκούετε. καὶ πρὸς τούτοις ἐπιπλεῖον αὐτοὺς πεπλανημένους ἐλέγξαι θέλων τοὺς προφήτας, παρ᾽ ὧν δὴ μεμαθηκέναι ἐβεβαίουν, ἐπιθυμοῦντας ἀληθείας καὶ μὴ μεμαθηκότας τελευτήσαντας ἀπεφήνατο εἰπών·

「さらに、天からも証しの声が聞こえてこう言った。『これは私の愛する子である。私はこれを喜ぶ。これに聞き従え。』そして、これに加えて、彼らが迷っていることをさらに論駁しようとして、彼らが学んだと言い張っていたその預言者たちが、真理を望みながらも学ばぬまま死んだのだと言い表して、こう言った。」

Homiliae 3.53.2

2

πολλοὶ προφῆται καὶ βασιλεῖς ἐπεθύμησαν ἰδεῖν ἅ ὑμεῖς βλέπετε, καὶ ἀκοῦσαι ἃ ὑμεῖς ἀκούετε, καὶ ἀμὴν λέγω ὑμῖν, οὔτε εἶδον, οὔτε ἤκουσαν. ἔτι μὴν ἔλεγεν ἐγώ εἰμι περὶ οὗ Μωϋσῆς προεφήτευσεν εἰπών·

『多くの預言者と王たちは、汝らが見ていることを見たいと望み、汝らが聞いていることを聞きたいと望んだが、まことに汝らに言う、彼らは見ることも聞くこともなかった。』「さらに彼はこう言っていた、『私こそ、モーセが預言して語った、その者である』と。モーセはこう言っていたのである。」

Homiliae 3.53.3

3

προφήτην ἐγερεῖ ὑμῖν κύριος ὁ θεὸς ἡμῶν, ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὥσπερ καὶ ἐμέ, αὐτοῦ ἀκούετε κατὰ πάντα. ὅς ἂν δὲ μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἀποθανεῖται.

『我々の主なる神は、汝らのために、汝らの兄弟たちの中から、私のような預言者を起こすであろう。彼にあらゆることについて聞き従え。だが、その預言者に聞き従わない者は死ぬであろう。』