作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia VII, Caput IV 第VII講話 第IV章

Anonymous · Homiliae · 5 sectiones

Homiliae 7.4.1

1

Διὰ τοῦτο πρῶτον ὑπὸ τοῦ προδρόμου Σίμωνος προαπατηθέντες, Θεῷ τὰς ψυχὰς ἀπεθάνετε καὶ τὰ σώματα ἐπατάχθητε·

「それゆえ、先駆者シモンによってまず欺かれた諸君は、神に対して魂において死に、肉体を打たれたのである。」

Homiliae 7.4.2

2

δύνασθε δὲ ὁμοίως τὸ δεύτερον, διὰ τῆς μετανοίας, ὡς ἔφην, τὰ Θεῷ ἀρέσκοντα ἀναδεξάμενοι καὶ τὰ σώματα ἀναῤῥῶσαι καὶ τὰς ψυχὰς ἀναλαβεῖν. ἔστιν δὲ τὰ ἀρέσκοντα τῷ Θεῷ τὸ αὐτῷ προςεύχεσθαι· αὐτὸν αἰτεῖν ὡς πάντα νόμῳ κριτικῷ διδόντα τραπέζης δαιμόνων ἀπέχεσθαι·

「しかし同様に、二度目には、私が言ったとおり、悔い改めを通して神に喜ばれることを受け入れ、肉体を回復させ、魂を取り戻すことができる。神に喜ばれることとは、神に祈ることであり、裁きの法によってすべてを与える方として神に願い求めることであり、ダエモーンどもの食卓を遠ざけることである。」

Homiliae 7.4.3

3

νεκρᾶς μὴ γεύεσθαι σαρκός· μὴ ψαύειν αἵματος· ἐκ παντὸς ἀπολύεσθαι λύματος· τὰ δὲ λοιπὰ ἑνὶ λόγῳ, ὅσ᾽ οἱ Θεὸν σέβοντες ἤκουσαν Ἰουδαῖοι, καὶ ὑμεῖς ἀκούσατε ἅπαντες, ἐν πολλοῖς σώμασιν μίαν γνώμην ἀναλαβόντες·

「死んだ肉を味わわぬこと、血に触れぬこと、あらゆる汚れから己を解き放つこと。そのほかのことは、一言で言えば、神を敬うユダヤ人たちが聞いたところのすべてを、諸君もまた皆聞くがよい。多くの肉体にあって一つの思いを抱くのである。」

Homiliae 7.4.4

4

ἅπερ ἕκαστος ἑαυτῷ βούλεται καλά, τὰ αὐτὰ βουλευέσθω καὶ τῷ πλησίον. οὕτω δ᾽ ἄν ὑμῶν ἕκαστος νοήσειεν τὸ καλόν, εἰ ἑαυτῷ διαλεχθείη τὰ τοιαῦτα· οὐ θέλεις φονευθῆναι, ἕτερον μὴ φονεύσῃς·

「各人が自分自身のために望む善きことを、隣人のためにも同じように望むがよい。諸君の各々は、次のように自分に語りかけるならば、この善きことを理解できるであろう。すなわち、お前が殺されることを望まないなら、他人を殺してはならない。」

Homiliae 7.4.5

5

οὐ θέλεις τὴν σὴν ὑφ᾽ ἑτέρου μοιχευθῆναι γυναῖκα, τὴν ἑτέρου μὴ μοίχευε γαμετήν· οὐ θέλεις τι τῶν σῶν κλαπῆναι, ἑτέρου μὴ κλέπτε μηδέν. καὶ οὕτως ἀφ᾽ ὑμῶν αἰτῶν τὸ εὔλογον συννοοῦντες καὶ ποιοῦντες, Θεῷ προσφιλεῖς γενόμενοι, ἐπιτεύξεσθε τῆς ἰάσεως, ἐπεὶ καὶ ἐν τῷ παρόντι αἰῶνι βασανισθήσεσθε τὰ σώματα, καὶ ἐν τῷ μέλλοντι κολασθήσεσθε τὰς ψυχάς.

「お前は自分の妻が他人によって姦淫されることを望まないなら、他人の妻を姦淫してはならない。お前は自分のものが盗まれることを望まないなら、他人のものを何ひとつ盗んではならない。かくして、諸君自身から道理にかなうことを求め、思いをめぐらし、それを行い、神に愛される者となるならば、諸君は癒しを得るであろう。さもなくば、現世においては肉体において苦しめられ、来世においては魂において罰せられるであろう。」