Homiliae 19.13.1
Καὶ ὁ Πέτρος· νῦν ἡμῖν ὁ λόγος πρόκειται, πῶς ἐγένετο ὁ πονηρὸς, εἴπερ γέγονεν, καὶ ὑπὸ τίνος· τὸ δὲ εἰ ἀμέμπτως, ὁπόταν διεξιῶ τὸν νῦν ἡμῖν προκείμενον λόγον·
ペトロが言った、「今我々に課せられている論題は、悪しき者がどのように生じたのか、もし生じたのだとすれば、また誰によって生じたのか、ということである。それが非のない仕方であったかどうかについては、今我々に課せられているこの論題を語り終えたのちに述べよう。」
Homiliae 19.13.2
πότε τὸ πῶς καὶ διὰ τί ἐγένετο δείξω, καὶ ὅτι ἄμεμπτος ὁ πεποιηκὼς πληροφορήσω. πλὴν ἔφαμεν ὑπὸ Θεοῦ προβεβλῆσθαι τέσσαρας οὐσίας. καὶ οὕτως βουλῇ τοῦ συγκρίναντος συμβέβηκεν ὡς ἠθέλησεν ἡ τῶν κακῶν προαίρεσις. εἰ γὰρ παρὰ τὴν προαίρεσιν αὐτοῦ ἢ ἐξ ἄλλης τινὸς οὐσίας ἢ καὶ προφάσεως [συμβε]βήκει, οὐκ ἦν ἄν τῷ Θεῷ τὸ τῆς [κράσε]ως βέβαιον·
「そのとき私は、どのように、また何のために生じたのかを示し、造った者が非のない者であることを十分に明らかにしよう。さて、我々は、神によって四つの実体が押し出されたと述べた。そして、混ぜ合わせた者の意志のままに、悪しきことどもへの意志がそのように生じたのである。もしそれが、神の意志に反して、あるいは他の何らかの実体から、あるいは何らかの偶因から生じたのであれば、神にとって混合の確実さというものはなかったであろう。」
Homiliae 19.13.3
μήπως αὐτοῦ μὴ βουλομένου ἡγεμόνες αἰεὶ κακίας συμβή[σων]ται προσπολεμοῦντες αὐτοῦ τοῖς [βουλ]ήμασιν. ἀλλὰ ταῦτα οὕτως ἔχειν ἀδύνατον. οὐδὲν γὰρ ζῶν καὶ ταῦτα ἡγεμονικὸν ἐκ συμβεβηκότος γενέσθαι δύναται· ἀνάγκη γὰρ πᾶν τὸ γινόμενον ὑπό τινος γίνεσθαι.
「そうでなければ、神が望まないにもかかわらず、悪の首領なる者どもが絶えず生じ、彼の意志に敵対して戦うことになりかねない。だが、そのようなことはあり得ない。なぜなら、生きているもの、しかも首領たる力を持つものが、偶然から生じることなどあり得ないからである。生じるものはすべて、必ず何かによって生じねばならないのだ。」