Homiliae 15.2.1
Καὶ ὁ πατὴρ ἔφη· ἀλλ᾽ οὐκ ἔστιν, ὦ φίλτατε, τὸ ἐν ᾅδου ψυχὰς κολάζεσθαι, αὐτῆς ἅμα τῷ ἀποστῆναι τοῦ σώματος εἰς ἀέρα λυομένης. καὶ ὁ Πέτρος ἔφη·
すると父は言った。「だが、最愛の人よ、黄泉で魂が罰せられるということはない。魂は身体から離れるとすぐに空気の中に解け去るのだから。」するとペトロは言った。
Homiliae 15.2.2
μέχρις οὖν ὅτε ἄν περὶ τούτου πείσωμέν σε, ἀπόκριναί μοι, οὐ δοκεῖ σοι, σὲ μὲν ἀπιστοῦντα τὴν κόλασιν μὴ λυπεῖσθαι, ἐκείνους δὲ πεπεισμένους ἀνάγκην ἔχειν περὶ σοῦ ἀνιᾶσθαι; καὶ ὁ πατήρ· ἀκολούθως λέγεις. καὶ ὁ Πέτρος·
「ではこのことについてお前を説き伏せるまでの間、私に答えてほしい。お前は、罰を信じていないから憂いがなく、彼らは信じているがゆえにお前について苦しまざるをえない、そうは思わないか。」父は言った。「お前の言うとおりだ。」するとペトロは言った。
Homiliae 15.2.3
διὰ τί δὲ αὐτοὺς οὐκ ἀπαλλάξεις μεγίστης περὶ σοῦ λύπης, τῇ θρησκείᾳ συνθέμενος, οὐ δυσωπίᾳ λέγω, ἀλλ᾽ εὐγνωμοσύνῃ, περὶ τῶν λεγομένων σοι ὑπ᾽ ἐμοῦ ἀκούων, καὶ κρίνων εἰ ταῦτα οὕτως ἔχει, ἢ οὔ; καὶ εἰ μὲν οὕτως ἔχει ὡς λέγομεν, καὶ ὧδε συναπολαύσεις τοῖς φιλτάτοις, κᾀκεῖ συναναπαύσῃ, εἰ δὲ ἐν τῇ τῶν λόγων σκέψει δείξῃς τὰ ὑφ᾽ ἡμῶν λεγόμενα μῦθόν τινα ψευδῆ εἶναι, καὶ οὕτως καλῶς ποιήσεις, αὐτοὺς ὁμογνώμονάς σοι εἰληφώς, καὶ τοῦ κεναῖς ἐλπίσιν ἐπερείδεσθαι παύσεις, καὶ ψευδῶν φόβων ἀπαλλάξεις.
「では、なぜお前は、この上ない憂いから彼らを解放しないのか。信心に同意することによって。恥ずかしさからではなく、正しい分別によって、私が言うことを聞き、それが果たしてそのとおりであるかどうかを判断してみよ、と私は言うのだ。もしそれが我々の言うとおりであるなら、お前はここでも最愛の者たちとともに喜びを分かち合い、かの所でも共に憩うことになるだろう。だがもし言葉を吟味した結果、我々の語ることがある種の偽りの作り話であると示すなら、それもまたよいことだ。お前は彼らを自分と同じ考えに得て、むなしい望みに寄りかかることをやめさせ、偽りの恐れから解き放つことになるのだから。」