Homiliae 6.15.1
Ἥρα τοίνυν καὶ Ἀθηνᾶ καὶ Ἀφροδίτη καὶ Ἔρις καὶ μῆλον καὶ Ἑρμῆς καὶ κρίσις καὶ ποιμὴν τοιοῦτόν τινα νοῦν ὑπαινίσσεται· Ἥρα σεμνότης· Ἀθηνᾶ ἡ ἀνδρεία· Ἀφροδίτη αἱ ἡδοναί.
「さて、ヘラとアテナとアフロディテ、そしてエリスと林檎、ヘルメスと判定、そして羊飼いとは、次のような意味をほのめかしている——ヘラは威厳、アテナは勇気、アフロディテは快楽である。」
Homiliae 6.15.2
Ἑρμῆς ὁ ἑρμηνευτικὸς λόγος· ὁ ποιμὴν Πάρις ἡ ἀλόγιστος ὁρμὴ καὶ βάρβαρος. ἐὰν οὖν κατὰ τὴν ἀκμὴν τῆς ἡλικίας ὁ τὴν ψυχὴν ποιμαίνων λογισμὸς τύχῃ ὢν βάρβαρος, καὶ παραλιπὼν τὰ συμφέροντα, ἀνδρείαν τε καὶ σωφροσύνην παρωσάμενος, μόνας ἕληται τὰς ἡδονὰς καὶ μόνῃ τῇ ἐπιθυμίᾳ τὴν νίκην ἀποδῷ, ὡς παρ᾽ αὐτῆς τὰ τέρποντα ἀντιλαμβάνων, ἐπ᾽ ὀλέθρῳ ἑαυτοῦ τε καὶ τῶν αὐτοῦ ὁ μὴ ὀρθῶς κρίνας τὴν τέρψιν λήψεται.
「ヘルメスは解釈する言葉であり、羊飼いパリスとは、理不尽で野蛮な衝動である。それゆえ、もし年盛りのころに、魂を牧する理性がたまたま野蛮であり、益となることを顧みず、勇気と節制とを退けて、快楽だけを選び取り、欲望だけに勝利を譲り渡すならば——あたかもそこから喜ばしいものを受け取るかのように——快楽を正しく判じなかった者は、自分自身とその身内の破滅において、その快楽を受け取ることになるのである。」
Homiliae 6.15.3
Ἔρις δέ ἐστιν ἡ φιλονεικοῦσα κακία. τὸ δὲ τῶν Ἑσπερίδων χρυσοῦν μῆλον ὁ πλοῦτος ἄν εἴη, ὅς ἐνίοτε καὶ τοὺς σώφρονας, ὥσπερ τὴν Ἥραν, πρὸς ῥᾳθυμίαν ἐφίσταται, καὶ τοὺς ἀνδρείους, ὥσπερ τὴν Ἀθηνᾶν, εἰς τὰ μὴ αὐτοῖς πρέποντα φιλονεικοτέρους ἀπεργάζεται, καὶ ψυχῆς κάλλος, ὥσπερ Ἀφροδίτην, προφάσει τρυφῆς ἀπολλύει. συντόμως ἐρῶ· πάντας εἰς κακὴν ἔριν ἀνερεθίζει ὁ πλοῦτος.
「エリスとは、争い好む悪徳のことである。ヘスペリデスの黄金の林檎とは、富であろう。それは時として、ヘラのような節度ある者たちをも怠惰へと向かわせ、アテナのような勇敢な者たちをも、彼らにふさわしくないことへと争わせ、アフロディテのような魂の美をも、贅沢の口実によって滅ぼす。手短に言おう——富は、あらゆる者を悪しき争いへとかき立てるのである。」