作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia VII, Caput IX 第VII講話 第IX章

Anonymous · Homiliae · 4 sectiones

Homiliae 7.9.1

1

Ὡς δὲ εὐθὺς ἐπέβη τῆς Βηρυτοῦ, σεισμὸς ἐγένετο. καὶ οἱ ὄχλοι προσιόντες τῷ Πέτρῳ, βοήθει, ἔλεγον·

彼がベリュトスに到着するとすぐに、地震が起こった。群衆はペトロのもとに近寄り、「助けてくれ」と言った。

Homiliae 7.9.2

2

πεφοβήμεθα γάρ, ἔφασαν, μὴ ἄρα ἄρδην πάντες ἀπολώμεθα. τότε ὁ Σίμων τολμήσας ἅμα τῷ Ἀππίωνι καὶ Ἀνουβίωνι καὶ Ἀθηνοδώρῳ καὶ τοῖς λοιποῖς ἑταίροις αὐτοῦ δημοσίᾳ τοῖς ὄχλοις κατὰ τοῦ Πέτρου ἐβόα·

「我々はすっかり滅びてしまうのではないかと恐れているのだ」と彼らは言った。そのときシモンは、アッピオン、アヌビオン、アテノドロスおよびそのほかの仲間たちとともに大胆にも、公然と群衆に向かってペトロを非難してこう叫んだ。

Homiliae 7.9.3

3

φεύγετε, ἄνδρες, τὸν ἄνδρα τοῦτον μάγος ἐστίν, πιστεύσατε, καὶ τὸν σεισμὸν αὐτὸς ἐποίησεν ὑμῖν, καὶ τὰς νόσους ἐκίνησεν αὐτός, ἵνα ὑμᾶς καταπλήξῃ τε ὡς αὐτὸς ὢν Θεός. καὶ ἄλλα τοιαῦτα ὡς ὑπὲρ δύναμιν ἀνθρωπίνην δυναμένου τοῦ Πέτρου κατεψεύδοντο οἱ περὶ τὸν Σίμωνα. ἡσυχίαν δὲ αὐτῶν παρασχόντων τῶν ὄχλων ὁ Πέτρος βραχὺ ὑπομειδιάσας καταπληκτικῇ τῇ παῤῥησίᾳ·

「逃げよ、諸君。この男は魔術師だ。信じるがよい、この地震も彼が諸君に引き起こしたものであり、この病も彼が引き起こしたのだ。自分が神であるかのように諸君を驚かせるためである。」シモンの一味は、ペトロが人間の力を超えたことをなし得るかのように、そのほかにもこのような偽りを語った。群衆が静まると、ペトロは少し微笑み、人を驚かすほどの率直さをもって言った。

Homiliae 7.9.4

4

ἄνδρες, εἶπεν, ἅπερ οὗτοι λέγουσιν , Θεοῦ θέλοντος ποιεῖν δυνατὸς εἶναι ὁμολογῶ, πρὸς δὲ τούτοις ἕτοιμός εἰμι, ἐὰν μὴ πείθησθέ μοι περὶ ὧν λέγω, τὴν πᾶσαν ὑμῶν ἐκβαθρεῦσαι πόλιν.

「諸君、この者たちが言うことを、神が望むならば私はなし得ると認める。そのうえ、もし私の言うことについて諸君が私に従わないなら、諸君の町全体を根こそぎ覆す用意もある。」