Homiliae 1.7.1
Καὶ δήποτέ τις πρὸς αὐτῷ τῷ ἔτει φθινοπωρινῇ τροπῇ δημοσίᾳ στὰς ἐβόα λέγων· ἄνδρες Ῥωμαῖοι, ἀκούσατε·
そしてついに、その年の秋の変わり目に、ある者が公衆の中に立って、こう叫んで言った。「ローマの人々よ、聞け。」
Homiliae 1.7.2
ὁ τοῦ Θεοῦ υἱὸς ἐν Ἰουδαίᾳ πάρεστιν, ἐπαγγελλόμενος πᾶσι τοῖς βουλομένοις ζωὴν αἰώνιον ἐὰν τὰ κατὰ γνώμην τοῦ πέμψαντος αὐτὸν πατρὸς βιώσωσιν. διὸ μεταβάλλεσθε τὸν τρόπον, ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττονα, ἀπὸ τῶν προσκαίρων ἐπὶ τὰ αἰώνια γνῶτε ἕνα Θεὸν εἶναι τὸν ἐπουράνιον, οὗ τὸν κόσμον ἀδίκως οἰκεῖτε ἐμπροσθὲν τῶν αὐτοῦ δικαίων ὀφθαλμῶν·
「神の子がユダヤに来ておられる。そして、望むすべての者に、もし彼を遣わした父の御旨にしたがって生きるならば、永遠の命を約束しておられる。それゆえ、諸君は生き方を改め、悪しきものからより善きものへ、束の間のものから永遠のものへと移れ。天にいます唯一の神があることを知れ。諸君はその正しい目の前で、不正にもその世界に住んでいるのだ。」
Homiliae 1.7.3
ἀλλ᾽ ἐὰν μεταβάλλησθε καὶ κατὰ τὴν αὐτοῦ βούλησιν βιώσητε, εἰς ἕτερον αἰῶνα ἐνεχθέντες καὶ ἀΐδιοι γινόμενοι τῶν ἀποῤῥήτων αὐτοῦ ἀγαθῶν ἀπολαύσετε·
「だがもし諸君が改めて、その御意にしたがって生きるならば、別の世に運ばれ、永遠なる者となって、その言い表しがたい善きものを享受するであろう。」
Homiliae 1.7.4
ἐὰν δὲ ἀπειθήσητε, αἱ ψυχαὶ ὑμῶν κατὰ τὴν τοῦ σώματος λύσιν εἰς τὸν τόπον τοῦ πυρὸς βληθήσονται, ὅπου ἀϊδίως κολαζόμεναι ἀνωφέλητα μετανοήσεσιν. ὁ γὰρ τῆς μετανοίας καιρὸς ἡ νῦν ἑκάστου ζωὴ τυγχάνει. ἐγὼ μὲν οὖν ταῦτα ἀκούων ἠχθόμην, ὅτι οὐδεὶς ἐκ τοσούτων ὄχλων τηλικαύτην ἀγγελίαν ἀκούσας εἴρηκεν, εἰς Ιουδαίαν πορεύσομαι, ἵνα ἴδω εἰ ταῦθ᾽ οὗτος λέγων ἀληθεύει, ὡς ὅτι υἱὸς Θεοῦ ἐπιδεδήμηκεν τῇ Ιουδαίᾳ, ἀγαθῆς καὶ αἰωνίας ἐλπίδος χάριν, τὴν τοῦ ἀποστείλαντος πατρὸς βούλησιν ἐκφαίνων·
「だがもし諸君が従わないなら、諸君の魂は肉体の解体とともに火の場所へ投げ込まれ、そこで永遠に罰せられながら、無益な悔い改めをすることになろう。悔い改めの時とは、今、各人が生きているこの命にほかならないのだ。」これを聞いて私は嘆いた。これほど多くの群衆のうちに、これほど大いなる知らせを聞きながら、「ユダヤへ行って、この者の語ることが真実であるかどうか、すなわち神の子が善き永遠の希望のために、自分を遣わした父の御意を明かしてユダヤに来ておられるかどうかを、見てこよう」と言う者が、誰一人いなかったからである。
Homiliae 1.7.5
καὶ ὅπερ λέγουσιν αὐτὸν κηρύσσειν, ἐκ ἔστιν μικρόν ὧν μὲν γὰρ τὰς ψυχὰς διαβεβαιοῦται αἰωνίους οὔσας αἰωνίων ἀπολαύσειν ἀγαθῶν, ὧν δὲ ἐν πυρὶ ἀσβέστῳ ῥιφθείσας τὸν αἰῶνα κολασθήσεσθαι.
そして、彼が宣べ伝えていると言われることは、些細なことではない。すなわち、ある者たちの魂は永遠のものであって、永遠の善きものを享受することになると彼は断言し、また別の者たちの魂は消えることのない火に投げ込まれて永遠に罰せられることになる、と断言しているのである。