作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia II, Caput XLIII 第II講話 第XLIII章

Anonymous · Homiliae · 2 sectiones

Homiliae 2.43.1

1

Διὸ ἀπείη πιστεύειν, ὅτι ὁ τῶν ὅλων δεσπότης, ὅς οὐρανὸν ἔκτισε καὶ γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς , ἑτέροις συνάρχει, ἢ ὅτι ψεύδεται·

「それゆえ、天と地とその中のすべてのものを創造された万物の主宰者が、他の者たちと共に支配しているとか、あるいは偽りを言うとか、信じるようなことがあってはならない。」

Homiliae 2.43.2

2

εἰ γὰρ ψεύδεται, καὶ τίς ἀληθεύει; ἢ ὅτι πειράζει ὡς ἀγνοῶν, καὶ τίς προγινώσκει; εἰ δὲ ἐνθυμεῖται καὶ μεταμελεῖται, καὶ τίς νῷ τέλειος καὶ γνώμῃ ἔμμονος; εἰ δὲ ζηλοῖ, καὶ τίς ἀσύγκριτος; εἰ δὲ σκληρύνει καρδίας, καὶ τίς σοφίζει; εἰ δὲ τυφλοῖ καὶ κωφοῖ, καὶ τίς δέδωκεν ὁρᾶν καὶ ἀκούειν; εἰ δὲ ἀποστερεῖν συμβουλεύει, καὶ τίς δικαιοσύνην νομιτεύει; εἰ δὲ ἐμπαίζει, καὶ τίς εἰλικρινής; εἰ δὲ ἀδυνατεῖ, καὶ τίς πάντα δύναται; εἰ δὲ ἀδικεῖ, καὶ τίς δίκαιος; εἰ δὲ κακὰ κτίζει, καὶ τίς ἀγαθὰ πράξει; εἰ δὲ κακὰ ποιεῖ, καὶ τίς ἀγαθά;

「もし神が偽るのであれば、誰が真実を語るというのか。もし神が、知らないかのように試すのであれば、誰があらかじめ知るというのか。もし神が思い巡らせて悔いるのであれば、誰が精神において完全であり、決意において揺るがぬというのか。もし神が妬むのであれば、誰が比類なき者であろうか。もし神が心をかたくなにするのであれば、誰が知恵を与えるというのか。もし神が盲目にし、耳を聞こえなくするのであれば、誰が見ることと聞くことを与えたというのか。もし神が奪うことを勧めるのであれば、誰が正義を定めるというのか。もし神があざけるのであれば、誰が誠実であろうか。もし神が何かをなしえないのであれば、誰がすべてをなしうるというのか。もし神が不正を行うのであれば、誰が正しい者であろうか。もし神が悪しきものを創るのであれば、誰が善きものを行うというのか。もし神が悪をなすのであれば、誰が善をなすというのか。」