Homiliae 14.10.1
Ταῦτα βλέπων ὁ Πέτρος ἔφη· σὺ εἶ Φαῦστος, ὁ ταύτης ἀνὴρ καὶ τῶν αὐτῆς παίδων πατήρ; ὁ δὲ ἔφη· ἐγώ εἰμι. καὶ ὁ Πέτρος· πῶς οὖν μοι τὰ σεαυτοῦ ὡς περὶ ἄλλου διηγήσω, πόνους εἰπὼν καὶ λύπην καὶ τάφον; καὶ ὁ πατὴρ ἀπεκρίνατο·
これを見てペトロは言った。「お前はこの女の夫であり、この子らの父であるファウストゥスか。」彼は「私がそうだ」と答えた。ペトロは言った。「では、お前はどうして、自分自身のことを、労苦や悲しみや墓のことまで語りながら、まるで他人のことのように私に語ったのか。」父は答えた。
Homiliae 14.10.2
πρὸς γένους ὑπάρχων Καίσαρος, καὶ περίφωρος μὴ θέλων γενέσθαι, ἐπ᾽ ἄλλου τινὸς τὴν ἐξήγησιν ἀνετυπωσάμην, ἵνα αὐτὸς ὅστις εἰμὶ μὴ νοηθῶ. ᾔδειν γὰρ ὅτι, εἰ ἀναγνώριμος γένωμαι, οἱ κατὰ τόπον ἡγούμενοι ἀκούσαντες, ἀνακαλέσαντες, Καίσαρι κεχαρισμένα ποιοῦντες, τὴν τοῦ βίου μοι εὐδαιμονίαν περιθήσουσιν, ὅπερ ἀπεταξάμην. οὐ γὰρ ἠδυνάμην, περὶ τῶν ἐμοὶ ἠγαπημένων τὰ μέγιστα ὡς περὶ θανόντων κρίνας, πρὸς τὴν τοῦ βίου τρυφὴν ἑαυτὸν ἀποδιδόναι.
「私はカエサルの血縁にあり、正体を知られることを望まなかったので、他の誰かのこととして話を作り変え、自分が誰であるか気づかれないようにしたのだ。というのは、もし正体が知れれば、その地の長官たちがこれを聞いて呼び戻し、カエサルの意に適うことをしようとして、私に生活の幸福を押し付けるだろうと分かっていたからだ。それを私は拒んだ。私が何より愛していた者たちを、死んだものと見なしていながら、なお生活の贅沢に身を委ねることなど、私にはできなかったのだから。」