Homiliae 18.12.1
Ἡμεῖς, ὦ Σίμων, ἐκ τῆς μεγάλης δυνάμεως, ἔτι τε καὶ τῆς κυρίας λεγομένης, οὐ λέγομεν δύο ἀπεστάλθαι ἀγγέλους, τὸν μὲν ἐπὶ τῷ κτίσαι κόσμον, τὸν δὲ ἐπὶ τῷ θέσθαι τὸν νόμον· οὐδ᾽ ὅτι ἑαυτὸν ἕκαστος ἐλθὼν, ἐφ᾽ οἷς ἐποίησεν αὐτὸς, ὡς αὐθέντην αὐτὸς ἤγγειλεν·
「シモンよ、我々は、二人の天使が、大いなる力から、しかも『主なる』と呼ばれる力から遣わされたなどとは言わない——一人は世界を創るために、もう一人は法を定めるために——また、それぞれが来て、自分の行ったことについて、自分自身を張本人として告げたなどとも言わない。」
Homiliae 18.12.2
οὐδ’ ὁ ἑστὼς στησόμενος ἀντικείμενος. μάθε, πῶς ἀπιστεῖς, καὶ τὴν ὑπόθεσιν ταύτην. ἣν φὴς δύναμιν ἐν ἀποῤῥήτοις εἶναι, ἀγνοίας γέμει. τὴν γὰρ ἀγνωμοσύνην τῶν ὑπ᾽ αὐτῆς ἀποσταλέντων ἀγγέλων οὐ προεγίνωσκεν. καὶ ὁ Σίμων τοῦ Πέτρου ταῦτα λέγοντος μεγάλως ὀργισθεὶς ἐπέκοψεν λέγοντα, εἰπών·
「また、あの『立つ者』が、敵対する者として立つことになるだろうとも言わない。学ぶがよい、お前がこの説をさえいかに信じていないかを。お前が秘められたところにあると言う力は、無知に満ちている。というのも、その力は、自らが遣わした天使たちの不心得を、あらかじめ知ってはいなかったのだから。」ペトロがこう言うのを聞いて、シモンは激しく怒り、彼が語るのを遮ってこう言った。
Homiliae 18.12.3
τί φλυαρεῖς, τολμηρὲ καὶ πάντων προπετέστατε, ἐπ᾽ ὄχλων ἀμαθῶς ἐκφαίνων ἀτεχνῶς τὰ ἀπόῤῥητα; καὶ ὁ Πέτρος· τί φθονεῖς εὐεργετεῖσθαι τοὺς παρόντας ἀκροατάς; καὶ ὁ Σίμων· οὐκ οὖν ὁμολογεῖς τὴν τοιαύτην ἐπίγνωσιν εὐεργεσίαν εἶναι; καὶ ὁ Πέτρος·
「何をたわ言を言っているのか、この大胆な、誰よりも向こう見ずな者よ、群衆の前で、無知丸出しに、拙劣にも秘められたことを暴き出して。」ペトロは言った。「なぜお前は、そこにいる聞き手たちが恩恵を受けることを妬むのか。」シモンは言った。「それでは、そのような認識が恩恵であることを、お前も認めるのだな。」ペトロは言った。
Homiliae 18.12.4
ὁμολογῶ. τὸ γὰρ ψεῦδος γνωσθὲν εὐεργετεῖ, ἀγνοίας αἰτίᾳ μὴ περιπεσεῖν αὐτῷ. καὶ ὁ Σίμων φαίνῃ μοι μὴ δύναμενος εἰπεῖν εἰς ἃ προέτεινά σοι. λέγω δὴ ὅτι καὶ ὁ διδάσκαλός σου ἐν ἀποῤῥήτοις τινὰ λέγει εἶναι πατέρα.
「認めよう。というのも、偽りが知られることは、恩恵となるからだ。無知のゆえにそれに陥らないために。」シモンは言った。「私には、お前が私の提示したことに答えられずにいるように見える。私は言っているのだ、お前の師もまた、秘められたところにある父について語っていると。」