Homiliae 19.3.1
Καὶ ὁ Σίμων· ἐπεὶ οὖν εὐγνωμονήσας ὡμολόγησας εἶναι πονηρὸν, ἀπὸ γραφῶν, καὶ λέγε τὸ πῶς γέγονεν, εἴπερ γέγονεν, καὶ ὑπὸ τίνος, καὶ διὰ τί. καὶ ὁ Πέτρος·
シモンが言った。「そこでお前は、正直に悪しき者がいると認めたのだから、聖書に基づいて、彼がどのように生じたのか、もし生じたのだとすれば、また誰によって、何のために生じたのかを語れ。」そしてペトロが言った。
Homiliae 19.3.2
σύγγνωθί μοι, Σίμων, μὴ τολμῶντι εἰπεῖν ὅ μὴ γέγραπται. εἰ σὺ φῂς γεγράφθαι, δεῖξον. εἰ δὲ, καθὰ μὴ γέγραπται, οὐδὲ σὺ δεῖξαι δύνῃ, διὰ τί περὶ τῶν μὴ γραφέντων ἀποφαινόμενοι κινδυνεύομεν; ἤ γὰρ οὐ πεπιστεύκαμεν κριθήσεσθαι, ἢ μόνον περὶ ὧν ποιοῦμεν, ἀλλ᾽ οὐχὶ καὶ περὶ ὧν πιστεύοντες λαλοῦμεν, καὶ διὰ τοῦτο τολμηρότερον περὶ Θεοῦ διαλεγόμεθας; ὁ δὲ Σίμων, συνεὶς ὅτι πρὸς τὴν ἀπόνοιαν αὑτοῦ εἴρηκεν, ἔφη·
「シモンよ、赦せ。書かれていないことを語る勇気は私にはない。もしお前が書かれていると言うのなら、示せ。だが、書かれていない以上お前もそれを示すことができないのであれば、なぜ我々は、書かれていないことについて断言して危険を冒すのか。我々は裁かれると信じていないのか、それとも、行うことについてだけ裁かれ、信じて語ることについては裁かれないと思っているのか。それゆえ我々は神について、より大胆に論じているのではないか。」シモンは、彼が自分の無分別に向けて語ったのだと悟って、言った。
Homiliae 19.3.3
ἐμὲ ἔα κινδυνεύειν, σὺ δὲ ἣν φῂς βλασφημίαν, πρόφασιν πρὸς ὑποχώρησιν μὴ λάμβανε. συννοῶ γάρ σε βουλόμενον ὑποστέλλεσθαι, ὅπως τὸν ἐπὶ τῶν ὄχλων ἔλεγχον ἐκφύγῃς, ὁτὲ μὲν ὡς δεδιὼς βλασφημίας ἀκοῦσαι, ὁτὲ δὲ ἐπεὶ μὴ γέγραπται πῶς καὶ ὑπὸ τίνος καὶ διὰ τί γέγονεν ὁ πονηρός, ὅτι μὴ χρὴ πλεῖον τῆς γραφῆς τολμᾶν λέγειν·
「私に危険を冒させよ。お前は、冒涜だと言うそのことを、退くための口実にするな。お前が身を引こうとしているのは、群衆の前での論駁を逃れるためだと私には分かっている。あるときは冒涜を聞くのを恐れるふりをし、またあるときは、悪しき者がどのように、誰によって、何のために生じたのかが書かれていないのだから、聖書以上のことをあえて語ってはならない、と言う。」
Homiliae 19.3.4
διὸ καὶ ὡς εὐλαβὴς τοῦτο μόνον βεβαιοῖς, ὅτι ἔστιν. ταῦτα δὲ μηχανώμενος σεαυτὸν ἀπατᾷς, οὐκ εἰδὼς ὅτι εἰ βλασφημία ἐστὶν περὶ πονηροῦ ἀκριβοῦν, ἡ αἰτία περὶ ἐμὲ τὸν κατήγορον τυγχάνει, οὐ περὶ σὲ τὸν συνηγοροῦντα τῷ Θεῷ. καὶ εἰ ἄγραφόν ἐστιν τὸ ζητούμενον, καὶ διὰ τοῦτο ζητεῖν θέλεις, εἰσίν τινες ὁδοὶ ἱκαναὶ, δυνάμεναι οὐχ ἧττον γραφῶν δεῖξαι τὰ ζητούμενα. αὐτίκα γοῦν οὐκ ἀνάγκη τὸν πονηρόν , ὅν καὶ σὺ φῂς ὑπάρχειν, ἢ γενητὸν εἶναι ἢ ἀγένητον;
「それゆえお前は、慎み深い者のふりをして、悪しき者は存在する、それだけを言い切るのだ。だが、こうした企みによってお前は自分自身を欺いている。悪しき者について厳密に論じることが冒涜であるなら、その責めは、告発する私の方に向かうのであって、神の弁護をするお前の方には向かわない、ということが分かっていないのだ。もし求めているものが書かれていないのなら、そしてそれゆえに探求しようとするのなら、聖書に劣らずして求めるものを示すことのできる、十分な道がいくつかある。さっそくだが、お前も存在すると言う悪しき者は、生じた者であるか、生じなかった者であるか、そのいずれかでなければならないのではないか。」