作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia V, Caput XXI 第V講話 第XXI章

Anonymous · Homiliae · 4 sectiones

Homiliae 5.21.1

1

Θαυμάζω πῶς ἐπὶ σοφίᾳ με ἐπαινέσας ὡς ἀνοήτῳ γράφεις. εἰς γὰρ σὸν πάθος πεῖσαί με θελήσας ἐκ τῶν περὶ τοὺς θεοὺς μυθολογημάτων ἐποιήσω τὰ παραδείγματα, ἔρωτα τὸν πάντων πρεσβύτατον, ὡς ἔφης, ἐπιθεὶς πάντων θεῶν καὶ ἀνθρώπων, βλασφημῆσαι μὴ φοβηθείς, ὅπως τὴν ἐμὴν φθείρῃς ψυχὴν, καὶ τὸ ἐμὸν σῶμα περιυβρίσῃς. ἔρως γὰρ θεῶν οὐκ ἔστιν ἀρχηγέτης, ὁ ἐν ταῖς ἐπιθυμίαις. εἰ γὰρ ἑκὼν ἐπιθυμεῖ, αὐτός ἐστιν ἑαυτοῦ πάθος καὶ κόλασις, καὶ θεὸς οὐκ ἄν εἴη ὁ πάσχων ἑκών·

「『不思議に思う。お前は知恵のゆえに私を褒めておきながら、まるで愚か者に対するかのように書いてよこす。お前は、自分の情念へと私を説き伏せようとして、神々についての作り話から例を作り上げ、お前の言うところの、あらゆる神々と人間のうちで最も古きエロースを持ち出し、恐れることなく神を冒瀆した——私の魂を損ない、私の身体を辱めるためにである。だが、欲望のうちにあるエロースは、神々の始祖ではない。もし彼が自ら望んで欲するのであれば、彼自身が自分自身の情念であり懲罰であることになり、自ら望んで受苦する者は神ではあり得ない。』」

Homiliae 5.21.2

2

εἰ δὲ ἄκων ἐρᾷ τῆς μίξεως, καὶ τὰς ἡμετέρας διερχόμενος ψυχὰς, ὥσπερ δἰ ὀργάνων τῶν ἡμετέρων σωμάτων εἰς τὰς τῶν νοητῶν φέρεται συνουσίας, ὁ τοῦτον ἐρᾷν ποιῶν καὶ φέρων μείζων αὐτοῦ τυγχάνει·

「『だが、もし彼が望まずして交わりを恋い求め、我々の魂を通り抜けて、いわば我々の身体という器官を用いて、可知的なものどうしの交わりへと運ばれるのであれば、この者に恋させ、これを運ぶ者は、この者自身よりも大いなる者であるはずだ。』」

Homiliae 5.21.3

3

καὶ πάλιν αὐτοῦ ἐκείνου τοῦ φέροντος ἑτέρῳ πόθῳ φερομένου, μείζων ἄλλος ὁ φέρων ἐκεῖνον εὑρίσκεται·

「『そして再び、その運ぶ者自身が、別の欲求によって運ばれているのだとすれば、その運ぶ者を運ぶ、さらに大いなる別の者が見出されることになる。』」

Homiliae 5.21.4

4

καὶ εἰς ἀπέραντον ἐπαναφορὰν τῶν ἐρώντων γίνεται, ὅ ἐστιν ἀδύνατον. οὕτως οὐκ ἔστιν οὔτε ὁ φέρων, οὔτε ὁ φερόμενος, ἀλλ᾽ αὐτοῦ τοῦ ἐρῶντος τὸ ἐπιθυμητικόν ἐστιν πάθος, ἐλπίδι αὐξόμενον καὶ ἀπογνώσει μειούμενον.

「『こうして、恋する者たちの連鎖は際限なく遡ることになり、それは不可能である。このように、運ぶ者も運ばれる者も存在せず、ただ恋する者自身の欲望的な情念があるだけであり、それは希望によって増し、絶望によって減るものにすぎない。』」