Homiliae 17.12.1
Οὕτως ἡ πρὸς τὸν ὄντως δεσπότην εὐγνώμων δουλεία τοὺς λοιποὺς πάντας ἐλευθέρους τίθησιν. εἰ μὲν οὖν τινι δυνατόν ἐστιν, ἄνευ τοῦ φοβεῖσθαι τὸν Θεὸν μὴ ἁμαρτάνειν, μὴ φοβείσθω. ἔξεστιν γὰρ ἀγάπῃ τῇ πρὸς αὐτὸν ὅ αὐτῷ μὴ δοκῇ μὴ πράττειν. καὶ γὰρ φοβηθῆναι γέγραπται, καὶ ἀγαπᾶν παρήγγελται·
「このように、まことの主宰者に対する心得た隷属は、そのほかのすべてのものから自由にする。それゆえ、もし誰かが、神を恐れることなしに罪を犯さずにいられるのであれば、その者は恐れなくてよい。というのも、彼への愛によって、彼の意に適わないと思われることをしないでいることも可能だからである。そして実際、恐れることも書かれており、愛することも命じられている。」
Homiliae 17.12.2
ἵνα πρὸς τὴν αὑτοῦ ἕκαστος κρᾶσιν ἐπιτηδείῳ χρήσηται φαρμάκῳ. φοβεῖσθαι οὖν αὐτὸν ἔστιν, ὅτι δίκαιός ἐστιν. εἴτε οὖν φοβούμενοι, εἴτε ἀγαπῶντες, μὴ ἁμαρτάνετε. γένοιτο δὲ φοβούμενόν τινα ἡδονῶν ἀνόμων κρατεῖν δύνασθαι, ἀλλότρια μὴ ἐπιθυμεῖν, φιλανθρωπίαν ἀσκεῖν, σωφρονεῖν, δικαιοπραγεῖν. ὁρῶ γάρ τινας ἀτελεῖς τῷ πρὸς αὐτὸν φόβῳ πλεῖστα ἁμαρτάνοντας. φοβηθῶμεν οὖν τὸν Θεὸν, μὴ μόνον ὅτι δίκαιός ἐστιν. ἐλεῶν γὰρ τοὺς ἠδικημένους τιμωρεῖ τοὺς ἠδικηκότας. ὡς οὖν ὕδωρ πῦρ σβέννυσιν, οὕτως καὶ φόβος τὴν τῶν κακῶν ἐπιθυμίαν ἀναιρεῖ. ὁ ἀφοβίαν διδάσκων οὐδ’ αὐτὸς φοβεῖται, ὁ δὲ μὴ φοβούμενος οὐδὲ κρίσιν ἔσεσθαι πιστεύει, τὰς ἐπιθυμίας αὔξει, μαγεύει, ἄλλους ἐφ᾽ οἷς αὐτὸς πράσσει διαβάλλει.
「それは各人が、自分の気質に応じてふさわしい薬を用いるためである。それゆえ、彼を恐れるべきなのは、彼が正しい者だからである。それゆえ、恐れるにせよ、愛するにせよ、罪を犯すな。恐れる者が、法にかなわぬ快楽を制することができ、他人のものを欲しがらず、人間愛を実践し、節制し、正しく行うということもありうる。というのも、私は、彼への恐れが不十分であるがゆえに、多くの過ちを犯している者たちを見ているからである。それゆえ、神を恐れよう、彼が正しい者であるからというだけでなく。というのも、彼は不正を受けた者たちを憐れんで、不正を行った者たちを罰するからである。それゆえ、水が火を消すように、恐れも悪への欲望を取り除くのである。恐れなくてよいと教える者は、自分自身も恐れていないのであり、恐れない者は、裁きが来ることを信じてもいない。そして欲望を増大させ、魔術を行い、自分自身が行っていることのかどで他人を告発するのである。」