Homiliae 1.16.1
Ὁ δὲ ἀγαθὸς προσπηδήσας ἅμα τῷ ἀκοῦσαι τὸ ὄνομα κατεφίλησεν, καὶ καθισθῆναί με ποιήσας ἐξ αὐτῆς ἔφη·
すると、その善き方は、その名を聞くやいなや駆け寄って口づけし、私を座らせるとすぐにこう言った。
Homiliae 1.16.2
καλῶς ἐποίησας τὸν τῆς ἀληθείας κήρυκα ξενίσας Βαρνάβαν, εἰς τιμὴν τοῦ ὄντος Θεοῦ, μεγαλοφρόνως, ἐκ αἰδεσθείς, οὐ φοβηθεὶς τὸν τῶν ἀπαιδεύτων ὄχλων θυμόν. μακάριος ἔσῃ. ὡς γὰρ σὺ τὸν τῆς ἀληθείας πρεσβευτὴν οὕτω ἐξένισας πάσῃ τιμῇ, καὶ αὐτή σε ἡ ἀλήθεια ξένον ὄντα τῆς ἰδίας πόλεως καταστήσει πολίτην·
「お前は真理の使者バルナバをもてなして、まことによいことをした。まことにいます神への敬意のゆえに、雅量をもって、恥じることなく、無学な群衆の怒りを恐れることもなく。お前は幸いな者となるであろう。お前が真理の使節をこのようにあらゆる敬意をもってもてなしたように、真理そのものもまた、異邦人であるお前をその都の市民としてくれるであろう。」
Homiliae 1.16.3
καὶ τότε χαρήσῃ μεγάλως, ὅτι βραχεῖαν νῦν δανείσας χάριν, προαίρεσιν λόγων καλῶν λέγων, ἀϊδίων καὶ ἀναφαιρέτων ἀγαθῶν ἔσῃ κληρονόμος. καὶ μὴ κάμνε ἀντιβάλλειν μοι τὸ σὸν ἦθος·
「そのとき、お前は大いに喜ぶことであろう。今わずかな恩恵を貸し与えたにすぎないのに、善き言葉への志のゆえに、永遠にして奪われることのない善きものの相続者となるからだ。そして、お前の人となりを私に語ることを厭うな。」
Homiliae 1.16.4
πάντα γὰρ τὰ κατά σε ὁ ἀψευδὴς ἡμῖν ἀντέβαλεν Βαρνάβας, σχεδὸν καθ᾽ ἡμέραν τὴν ἀγαθὴν ποιούμενος μνήμην. καὶ ἵνα σοι ἐν ἐπιτομῇ ὡς γνησίῳ τὸ προκείμενον ἐρῶ, εἰ μὴ σοί τι ἐμποδίζει, συνόδευσον ἡμῖν, μεταλαμβάνων τὸν τῆς ἀληθείας λόγον, ὅν κατὰ πόλιν ποιεῖσθαι μέλλω, μέχρι Ῥώμης αὐτῆς. καὶ σὺ δὲ εἴ τι βούλει λέγε.
「というのも、お前についてのすべてを、偽りを言わぬバルナバが我々に語ってくれたからだ。ほとんど毎日のように、お前についての善き思い出を語っていた。そこで、実の身内に語るように、手短に本題をお前に語ろう。もし何も差し支えがなければ、我々と同行し、私がこれから町々で行い、ついにはローマにまで至るつもりでいる真理の言葉にあずかるがよい。さて、お前も何か望むことがあれば言うがよい。」