作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia III, Caput XXIX 第III講話 第XXIX章

Anonymous · Homiliae · 2 sectiones

Homiliae 3.29.1

1

Τοῦ Πέτρου τοῦτον αὐτὸν μέλλοντος ἡμῖν τελείως ἐκφαίνειν τὸν μυστικὸν τοῦτον λόγον, Ζακχαῖος ἧκεν λέγων·

ペトロがこの秘義の言葉を我々に完全に説き明かそうとしていたとき、ザカイオスがやって来て、こう言った。

Homiliae 3.29.2

2

ἤδη λοιπόν, ὦ Πέτρε, καιρὸς πρὸς τὸ ἐκβάντα διαλεχθῆναί σε. πολὺς γὰρ ἐπὶ τῆς αὐλῆς συναθροισθεὶς ἀναμένει σε ὄχλος, οὗ ἐν μέσῳ ὡς πολέμαρχος ὑπ᾽ αὐτοῦ δορυφορούμενος ἕστηκε Σίμων. ὁ δὲ Πέτρος ἀκούσας, εὐχῆς χάριν ὑποχωρῆσαί μοι κελεύσας ὡς μήπω εἰληφότι τὸ πρὸς σωτηρίαν βάπτισμα, τοῖς ἤδη τελείοις ἔφη ἐγερθέντες εὐξώμεθα, ἵνα ὁ Θεὸς τοῖς ἀνεκλείπτοις αὐτοῦ οἰκτιρμοῖς συνεργήσῃ μοι ὁρμῶντι πρὸς σωτηρίαν τῶν ὑπ᾽ αὐτοῦ κτισθέντων ἀνθρώπων. καὶ ταῦτ᾽ εἰπὼν εὐξάμενος ἐξῄει εἰς τὸν ὕπαιθρον τῆς αὐλῆς τόπον μέγαν ὄντα, ἔνθα συνεληλυθότες ἦσαν πολλοὶ τοῦ ἐποπτεῦσαι χάριν, τῆς διακρίσεως αὐτοῦ ἐπὶ τὸ σπεύδειν τοῦ ἀκούειν σπουδαιοτέρους πεποιηκυίας.

「もはや、ペトロよ、外に出て論じ合うべき時だ。中庭には多くの群衆が集まってお前を待っている。その真ん中には、まるで戦の将のように、取り巻きに囲まれてシモンが立っている。」ペトロはこれを聞くと、私がまだ救いのための洗礼を受けていない者であるとして、祈りのために退くよう命じ、すでに完全な者たちにこう言った。「立ち上がって祈ろう。神が、その尽きることのない憐れみをもって、ご自身に造られた人々の救いのために急ぐ私に力を貸してくださるように。」そう言って祈ると、彼は中庭の外の広い場所へと出て行った。そこには、彼の判別力ゆえに聞くことへの熱意を一層かき立てられた多くの人々が、見届けようとして集まっていた。