Homiliae 3.60.1
Ἐπεὶ οὗν δεῖ τινα ὁρίσαι ἀντ᾽ ἐμοῦ τὸν ἐμὸν ἀναπληροῦντα τόπον, μιᾷ προαιρέσει τοῦ Θεοῦ δεηθῶμεν οἱ πάντες, ὅπως τῶν ὄντων ἐν ἡμῖν κρείττονα αὐτὸς πρόδηλον ποιήσῃ, ἵνα ἐπὶ τῆς Χριστοῦ καθέδρας καθεσθεὶς τὴν αὐτοῦ ἐκκλησίαν εὐσεβῶς οἰκονομῇ. τίς ἄρα ὁρισθήσεται;
「それゆえ、私に代わって私の場を満たす者を誰か定める必要があるので、我々すべてが一つの心をもって神に願おう。我々のうちに在る者のうちで最もすぐれた者を、その方が明らかにしてくださるように。それは、その者がキリストの座に着いて、その教会を敬虔に治めることができるためである。それでは、誰が定められるであろうか。」
Homiliae 3.60.2
Θεοῦ γὰρ βουλῇ ἀναδείκνυται μακάριος ὁ ἄνθρωπος ἐκεῖνος, ὃν καταστήσει ὁ κύριος αὐτοῦ ἐπὶ τῆς θεραπείας τῶν συνδούλων αὑτοῦ, τοῦ διδόναι αὐτοῖς τὰς τροφὰς ἐν καιρῷ αὐτῶν, μὴ ἐννοούμενον καὶ λέγοντα ἐν τῇ καρδίᾳ αὑτοῦ· χρονίζει ὁ κύριός μου ἐλθεῖν· καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους αὑτοῦ, ἐσθίων καὶ πίνων μετὰ πόρνων καὶ μεθυόντων· καὶ ἥξει ὁ κύριος τοῦ δούλου ἐν ὥρᾳ ᾗ οὐ προσδοκᾷ, καὶ ἐν ἡμέρᾳ ᾗ οὐ γινώσκει, καὶ διχοτομήσει αὐτόν, καὶ τὸ ἀπιστοῦν αὐτοῦ μέρος μετὰ τῶν ὑποκριτῶν θήσει.
「神の御旨によって、こう示されている。『幸いなるかな、その主人が自分の僕仲間の世話をするために立て、時にかなって食べ物を与えさせるその人は。彼は心のうちに、わが主人は来るのが遅い、と思わず、また言うこともせず、淫らな者や酒に酔う者たちと共に食べたり飲んだりしながら、自分の僕仲間を打ち始めることもない。そのような僕の主人は、彼が予期しない時刻に、彼が知らない日に来て、彼を二つに断ち切り、その不信仰な部分を偽善者たちと共に置くであろう。』」