Homiliae 3.4.1
Καὶ ἡμῖν μὲν τοῖς ἐκ προγόνων παρειληφόσιν τὸν τὰ πάντα κτίσαντα σέβειν Θεὸν, ἔτι δὲ καὶ τῶν ἀπατᾶν δυναμένων βίβλων τὸ μυστήριον, οὐδὲν δυνήσεται, τοῖς δὲ ἀπὸ ἐθνῶν, τὴν πολύθεον ὑπόληψιν σύντροφον ἔχεσιν, καὶ τῶν γραφῶν τὰ ψευδῆ οὐκ εἰδόσιν, πολὺ δυνήσεται·
「そして、万物を造った神を崇めることを祖先から受け継ぎ、さらに人を欺くことのできる書物の秘義をも知っている我々に対しては、彼は何もなし得ないだろう。だが、多神の考えを生まれながらに抱き、聖書の偽りの箇所を知らない異邦人たちに対しては、大いに力を振るうだろう。」
Homiliae 3.4.2
οὐ μόνον αὐτός, ἀλλ᾽ εἰ καὶ ἄλλος τις τοῖς ἀπὸ ἐθνῶν κατὰ τοῦ Θεοῦ κενόν τινα, ὅμοιον ὀνείρῳ, πλουσίως κεκοσμημένον ὑφηγήσεται μῦθον, πιστευθήσεται, τῷ ἐκ παίδων τὸν νοῦν αὐτῶν τὰ κατὰ τοῦ θεοῦ λεγόμενα ἐθισθῆναι λαμβάνειν. σπάνιοι δέ τινες οἱ μὲν αὐτῶν ἔσονται, ὡς ἐκ πλήθους ὀλίγοι, οἵτινες δι᾽ εὐγνωμοσύνην οὐ θελήσεσι κατὰ τοῦ τὰ πάντα κτίσαντος Θεοῦ κακὸν λόγον αὐτὸ κἂν ἀκοῦσαι μόνον·
「彼だけでなく、他の誰であれ、異邦人たちに対して神に逆らう空虚な、夢に似た、豊かに飾り立てられた作り話を説けば、それは信じられるだろう。彼らの精神は子どもの頃から、神に逆らって語られることを聞き慣れているからである。だが彼らのうちにもごくわずかな者、多数の中のほんの少数の者たちがいて、その良識のゆえに、万物を造った神に逆らう悪しき言葉を、聞くことさえも欲しないであろう。」
Homiliae 3.4.3
οἷς μόνοις ἀπὸ ἐθνῶν οὖσιν σωθῆναι γενήσεται. μὴ οὖν ὑμῶν τις τὸν Σίμωνα παντελῶς μεμφέσθω, ἢ καὶ ἄλλον τινά· οὐδὲν γὰρ ἀδίκως γίνεται, ὅπου καὶ τὰ τῶν γραφῶν ψευδῆ εὐλόγως πρὸς δοκιμὴν ἔχοντα τυγχάνει.
「異邦人のうちでは、この者たちだけが救われることになる。だから諸君のうち誰も、シモンを、あるいは他の誰をも、一概に責めてはならない。何ひとつ不当に起こることはないのであって、聖書の偽りの箇所でさえ、試みのために理にかなって存在しているのである。」