Homiliae 16.21.1
Ταῦτα τοῦ Πέτρου εἰπόντος ὁ Σίμων ἀπεκρίνατο· ἐπειδὴ ὁρῶ σε σοφῶς αἰνισσόμενον ὅτι τὰ γεγραμμένα κατὰ τοῦ δημιουργοῦ ποτε ἐν βίβλοις οὐκ ἀληθῆ τυγχάνει, αὔριον ἀπὸ τῶν τοῦ διδασκάλου σου λόγων δείξω τὸ δημιουργὸν μὴ ἀνώτατον λέγοντα εἶναι Θεόν. καὶ ὁ Σίμων ταῦτα εἰπὼν ἐξῆλθεν. ὁ δὲ Πέτρος τοῖς παρεστῶσιν ὄχλοις ἔφη·
ペトロがこう言うと、シモンは答えた。「お前が、造り主に対して書物にかつて書かれたことが、時に真実ではないのだ、と巧妙にほのめかしているのが見て取れるからには、明日、お前の師自身の言葉によって、造り主が至高の神であるとは言われていないことを私は示そう。」シモンはこう言うと出て行った。するとペトロは、居合わせる群衆にこう言った。
Homiliae 16.21.2
ὁ Σίμων κἄν μηδὲν ἕτερον περὶ Θεοῦ βλάψαι ἡμᾶς δυνηθῇ, ἀλλ᾽ οὖν γε ἐμποδίζει ὑμῖν ἀκούειν τοὺς τὴν ψυχὴν δυναμένους καθαίρειν λόγους. ταῦτα τοῦ Πέτρου εἰπόντος πολὺς ψιθυρισμὸς ἐγένετο τῶν ὄχλων λεγόντων·
「たとえシモンが神について他に何ら我々を害することができなかったとしても、それでも彼は、諸君が魂を清めることのできる教えを聞くのを妨げているのだ。」ペトロがこう言うと、群衆の間に大きなざわめきが起こり、こう言い合った。
Homiliae 16.21.3
τίς δὲ ἀνάγκη ἐᾶν αὐτὸν ἐνταῦθα εἰσιόντα τὰς κατὰ τοῦ Θεοῦ βλασφημίας λέγειν; καὶ ὁ Πέτρος ἀκούσας ἔφη·
「彼をここに入れて、神に逆らう冒瀆を語らせておく必要が、いったいどこにあるのか。」するとペトロはこれを聞いてこう言った。
Homiliae 16.21.4
γένοιτο μέχρι Σίμωνος ἀρκετὸν γενέσθαι τὸν κατὰ τοῦ Θεοῦ πρὸς πειρασμὸν ἀνθρώπων λόγον. ἔσονται γὰρ, ὡς ὁ κύριος εἶπεν, ψευδαπόστολοι, ψευδεῖς προφῆται, αἱρέσεις, φιλαρχίαι·
「どうか、神に逆らう、人々を試みるための言葉は、シモンをもって十分となりますように。主が言われたとおり、偽使徒たち、偽預言者たち、分派、党派心が起こるであろうから。」
Homiliae 16.21.5
αἵ τινες, ὡς στοχάζομαι, ἀπὸ τοῦ τὸν Θεὸν βλασφημοῦντος Σίμωνος τὴν ἀρχὴν λαβοῦσαι εἰς τὸ τὰ αὐτὰ τῷ Σίμωνι κατὰ τοῦ Θεοῦ λέγειν συνεργήσουσιν. καὶ ταῦτα εἰπὼν μετὰ δακρύων, τῇ χειρὶ προσεκαλεῖτο τοὺς ὄχλους, οἷς προσελθοῦσιν τὰς χεῖρας ἐπιτιθεὶς καὶ εὐχόμενος ἀπέλυεν, λέγων ὀρθριαίτερον συνέρχεσθαι. ταῦτα εἰπὼν καὶ στενάζων εἰσελθὼν, οὔτε τροφῆς μεταλαβὼν ὕπνωσεν.
「それらは、私の推測するところでは、神を冒瀆するこのシモンから始まって、シモンと同じことを神に逆らって語ることに手を貸すことになるだろう。」彼はこう涙とともに言ってから、手で群衆を招き寄せ、近寄って来た者たちに手を置いて祈り、彼らを解散させながら、明日はもっと早く集まるようにと告げた。こう言ってから、彼はうめきながら中に入り、食事も取らずに眠りについた。