作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia II, Caput LII 第II講話 第LII章

Anonymous · Homiliae · 4 sectiones

Homiliae 2.52.1

1

Καὶ ὁ Πέτρος ἀπεκρίνατο· οὐκοῦν εὐλόγως οὔτε κατὰ τοῦ Θεοῦ πιστεύω, οὔτε κατὰ τῶν ἐν τῷ νόμῳ ἀναγραφέντων δικαίων, ἀσεβῶς φρονεῖν προλαμβάνων ὡς γὰρ πέπεισμαι, οὔτε Ἀδὰμ παραβάτης ἦν, ὁ ὑπὸ τῶν τοῦ Θεοῦ χειρῶν κυοφορηθείς·

するとペトロは答えた。「それゆえ、もっともなことに、私は神に反することも、また律法に記された正しい人々に反することも、あらかじめ不敬虔に思い込んで信じることはしない。私が確信しているのは、次のことである。すなわち、神の御手によって形づくられたアダムは、掟を破った者ではなかった。」

Homiliae 2.52.2

2

οὔτε Νῶε μέθυσος ἦν, ὁ ὑπὲρ πάντα τὸν κόσμον δίκαιος εὑρεθείς· οὔτε δὲ Ἀβραὰμ τρισὶν ἅμα συνῄει γυναιξίν, ὁ διὰ σωφροσύνην πολυτεκνίας καταξιωθείς·

「全世界にまさって正しい者と見出されたノアは、酔いどれではなかった。節制のゆえに多くの子をもうけるにふさわしいとされたアブラハムは、三人の妻と同時に交わったのではなかった。」

Homiliae 2.52.3

3

οὔτε Ἰακὼβ τετράσιν ἐκοινώνει, ὧν δύο καὶ ἀδελφαὶ ἐτύγχανον, ὅς δεκαδύο φυλῶν ὑπάρξας πατὴρ καὶ τὴν τοῦ διδασκάλου ἡμῶν παρουσίαν ἐσήμανεν ἐλθεῖν·

「十二部族の父となり、我々の師の到来をも予兆したヤコブは、そのうち二人が姉妹であった四人の女と交わったのではなかった。」

Homiliae 2.52.4

4

οὐ Μωυσῆς φονεὺς ἦν, καὶ παρὰ ἱερέως εἰδώλου κρίνειν ἐμάνθανεν, ὁ παντὶ τῷ αἰῶνι τὸν τοῦ Θεοῦ νόμον προφητεύσας, καὶ δι᾽ ὀρθὴν φρόνησιν πιστὸς οἰκονόμος μαρτυρηθείς.

「全世代にわたって神の律法を預言し、正しい思慮のゆえに忠実な管理者と証しされたモーセは、殺人者ではなく、偶像の祭司から裁くことを学んだのでもなかった。」