作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia III, Caput LXXII 第III講話 第LXXII章

Anonymous · Homiliae · 3 sectiones

Homiliae 3.72.1

1

Καὶ ταῦτα εἰπὼν ἐπέθηκεν χεῖρα τῷ Ζακχαίῳ λέγων· Δέσποτα καὶ κύριε τῶν ὅλων, ὁ πατὴρ καὶ Θεός, σὺ διαφύλαξον ποιμένα μετὰ ποίμνης. σὺ ἡ πρόφασις, σὺ ἡ δύναμις. ἡμεῖς τὸ βοηθούμενον, σὺ ὁ βοηθὸς, ὁ ἰατρὸς, ὁ σωτὴρ, τὸ τεῖχος, ἡ ζωὴ, ἡ ἐλπὶς, ἡ καταφυγὴ, ἡ χαρὰ, ἡ προσδοκία, ἡ ἀνάπαυσις· συνελὼν ἐρῶ·

こう言うと、彼はザカイオスに手を置いて言った。「万物の主宰者にして主、父にして神よ。汝、羊飼いを群れと共に守りたまえ。汝こそ拠りどころ、汝こそ力である。我々は助けを受ける者であり、汝は助け手、医者、救い主、城壁、命、希望、逃れ場、喜び、待望、安息にましますお方である。要するに言えば。」

Homiliae 3.72.2

2

σὺ ἡμῖν τὰ πάντα· πρὸς αἰώνιον ὕπαρξιν σωτηρίας συνέργησον, ῥῦσαι, φύλαξον. πάντα δύνασαι. σὺ γὰρ ἄρχων ἀρχόντων, καὶ κύριος κυρίων, δεσπότης βασιλέων. σὺ δὸς ἐξεσίαν τῷ προκαθεζομένῳ, λύειν ἃ δεῖ λύειν, καὶ δεσμεῖν ἃ δεῖ δεσμεῖν. σὺ σόφισον·

「汝は我々にとってすべてである。永遠に存続する救いのために、共に働き、救い出し、守りたまえ。汝はすべてをなしうる。汝は支配者たちの支配者、主たちの主、王たちの主宰者にましますからである。汝、座に着く者に権威を与えたまえ、解くべきことを解き、縛るべきことを縛る権威を。汝、知恵を授けたまえ。」

Homiliae 3.72.3

3

σὺ ὡς δι᾽ αὐτοῦ τὴν ἐκκλησίαν τοῦ Χριστοῦ σου ὡς καλὴν νύμφην διαφύλαξον. σοῦ γάρ ἐστιν δόξα αἰώνιος, ὕμνος, πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι, εἰς τοὺς σύμπαντας αἰῶνας. Ἀμήν.

「汝、彼を通して、汝のキリストの教会を、麗しい花嫁として守りたまえ。栄光は永遠に汝のものであり、賛美は父と子と聖なる霊とに、代々限りなくあらんことを。アーメン。」