Homiliae 15.6.1
Καὶ ὁ Πέτρος ἀπεκρίνατο· ἀλλ᾽ ἐνόμισας ἄδικον ὅ τι δικαιότατόν ἐστιν. εἴ σοι φίλον ἐστίν, ἄκουσον. καὶ ὁ πατὴρ ἔφη· πάνυ μοι φίλον. καὶ ὁ Πέτρος·
するとペトロは答えた。「いや、お前は、この上なく正しいことを不正だと思ったのだ。よければ聞くがよい。」父は言った。「ぜひ聞きたい。」するとペトロは言った。
Homiliae 15.6.2
οὐ δοκεῖ σοι, δύο ἐχθρῶν βασιλέων ὄντων καὶ διῃρημένας τὰς χώρας ἐχόντων, εἴ τις ἐκ τῶν τοῦ ἑνὸς ὑπηκόων ἐν τῇ τοῦ ἑτέρου χώρᾳ φωραθείη, καὶ διὰ τοῦτο θάνατον ὀφείλων, ἐὰν ῥαπίσματι καὶ μὴ θανάτῳ τῆς τιμωρίας ἀπολυθῇ, οὐ φαίνεται μὴν ὁ ἀπολύσας φιλάνθρωπος εἶναι; καὶ ὁ πατὴρ ἔφη·
「お前はどう思うか。互いに敵対する二人の王がいて、それぞれの領土が分かれているとして、もし一方の臣民のうちの誰かが他方の領土内で見つかり、そのために死罪に当たるべきところを、もし死刑ではなく平手打ちでその罰から解放されるとしたら、その解放した者は人間愛のある者と見えないだろうか。」父は言った。
Homiliae 15.6.3
καὶ πάνυ. καὶ ὁ Πέτρος ἔφη· τί δὲ, εἰ καὶ ἴδιόν τινος αὐτὸς οὗτος ἀφέληται, ἢ καὶ ἄλλο τι, ἐπὶ τούτῳ συλληφθεὶς ἐὰν διπλάσιον δῷ, τετραπλάσιον ὀφείλων, καὶ τὸ θανεῖν, ὡς ἐν τοῖς τοῦ ἐναντίου ἁλοὺς ὅροις , οὐ δοκεῖ σοι ὅτι ὁ λαβὼν τὸ διπλάσιον καὶ θανάτου αὐτὸν ἀπολύσας φιλάνθρωπος τυγχάνει; καὶ ὁ πατὴρ ἔφη·
「まさにそうだ。」するとペトロは言った。「ではどうか。もしこの同じ者が誰かの私有物を、あるいは他の何かを奪い、その廉で捕らえられた場合、四倍の弁償をすべきところを二倍を支払うだけで済み、加えて――敵の領土内で捕らえられた者として当然課される――死刑からも解放されるとしたら、その二倍を受け取って彼を死から解放した者は、人間愛のある者だとは思わないか。」父は言った。
Homiliae 15.6.4
φαίνεται. καὶ ὁ Πέτρος· τί δὲ, οὐ χρὴ τὸν ἐν ἑτέρου βασιλείᾳ ὄντα, καὶ ταῦτα πονηροῦ τινος ἐχθροῦ, τοῦ ζῆν χάριν πάντας κολακεύειν, καὶ ἀγγαρεύουσιν ἐπὶ πλεῖον ὑπείκειν, μὴ προσαγορεύοντας προσαγορεύειν, ἐχθροὺς διαλλάσσειν, ὀργιζομένοις μὴ φιλονεικεῖν, τὰ ἑαυτοῦ ἀδεῶς παντὶ αἰτοῦντι παρέχειν, καὶ ὅσα τοιαῦτα; καὶ ὁ πατήρ πάντα μᾶλλον εὐλόγως ὑποσταίη, εἴπερ τούτων τὸ ζῆν προκρίνει.
「そう見える。」するとペトロは言った。「ではどうか。他人の王国のうちにいる者、しかもそれが悪しき敵の王国であるならば、生きるために誰にでもへつらい、徴用にはいっそう多く従い、挨拶しない者にも挨拶し、敵たちを和解させ、怒っている者たちと争わず、求める者すべてに自分のものを恐れずに与える、その他そうしたことをする必要はないだろうか。」すると父は「命を選ぶ以上、それ以外のことはすべて、道理をもって甘んじて受けるべきだろう」と言った。