作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia I, Caput XXII 第I講話 第XXII章

Anonymous · Homiliae · 2 sectiones

Homiliae 1.22.1

1

Ταῦτά μου εἰπόντος ὁ Πέτρος ἔφη χάριν ὁμολογῶ τῷ Θεῷ καὶ περὶ τῆς σῆς σωτηρίας καὶ περὶ τῆς ἐμῆς ἀπολαύσεως. ἀληθῶς γὰρ ἥδομαι εἰδὼς ὅτι ἐπέγνως τί ποτ᾽ ἔστιν προφητείας μέγεθος. ἐπεὶ οὖν, ὡς ἔφης, οὐδ᾽ ἄν αὐτὸς ἐγὼ θελήσω ποτέ, ὅπερ ἀπείη, εἰς ἕτερόν σε μεταστῆσαι δόγμα, οὐχ ἱκανὸς ἔσομαι πεῖσαί σε, ἄρξαι τοῦ λοιποῦ ἀπὸ τῆς αὔριον παρεῖναί μοι ἐν ταῖς τῶν ἀντικειμένων ζητήσεσιν. ἔστι δέ μοι ἡ αὔριον πρὸς Σίμωνα μάγον. καὶ ταῦτα εἰπὼν καὶ τροφῆς αὐτὸς μεταλαβὼν ἰδίᾳ κᾀμὲ μεταλαβεῖν ἐκέλευσεν. εὐλογήσας δὲ ἐπὶ τῆς τροφῆς καὶ εὐχαριστήσας, μετὰ τὸ κορεσθῆναι καὶ αὐτοῦ τούτου τὸν λόγον μοι ἀποδοὺς ἐπήγαγεν λέγων·

私がこう言うと、ペトロはこう言った。「私はお前の救いについても、また私自身の喜びについても、神に感謝を捧げる。まことに私は、お前が預言の偉大さがいかなるものであるかを悟ったと知って喜んでいる。それゆえ、お前が言ったとおり、たとえこの私であろうと、決してあってはならないことだが、お前を別の教説へ移そうと望んだとしても、お前を説き伏せることはできないであろうから、明日からは、これから先、反対者たちとの論争の場に私と共にいるようになさい。明日、私はシモンという魔術師と対することになっている。」こう言って、彼は自分で食物を取りながら、私にも別に取るよう命じた。食物の上に祝福を唱え、感謝を捧げてから、満腹したのち、このことについてもその理由を私に説き明かし、こう続けて言った。

Homiliae 1.22.2

2

δῴη σοι ὁ Θεὸς κατὰ πάντα ἐξομοιωθῆναί μοι, καὶ βαπτισθέντα τῆς αὐτῆς μοι μεταλαβεῖν τραπέζης. ταῦτα εἰπὼν ἡσυχάζειν μοι προσέταξεν. ἤδη γάρ που καὶ τὸν ὕπνον ἀπῄτει ἡ τοῦ σώματος φύσις.

「神がお前に、あらゆる点で私と同じようになることを、そして洗礼を受けて私と同じ食卓にあずかることをお許しくださるように。」こう言って、彼は私に休むよう命じた。すでにその頃には、肉体の性質が眠りを求めていたからである。