Homiliae 13.8.1
Σίμωνι δέ τινι μάγῳ σχεδόν σύντροφοι γενόμενοι, φιλίας ὁδῷ ἀπατηθῆναι ἐκινδυνεύσαμεν. ἔστιν δέ τις περὶ ἀνθρώπου τινὸς λόγος, οὗ φανέντος ἐν βασιλείᾳ τῶν θεοσεβησάντων ὄχλος ἀθανάτως καὶ ἀλύπως βιῶσαι ἔχει·
「ある魔術師シモンとほとんど乳兄弟のような間柄になり、友情のゆえに欺かれる危険にさらされました。ある人についての言い伝えがあります。その人が現れると、神を敬ってきた者たちの群れが、王国において、不死にして苦しみのない生を送ることになる、というものです。」
Homiliae 13.8.2
ὅμως ταῦτα μέν σοι, μῆτερ, ἐπὶ καιροῦ ἀκριβέστερον ἐκτελήσεται. πλὴν μέλλουσιν ἡμῖν ἀπατᾶσθαι ὑπὸ τοῦ Σίμωνος ἑταῖρός τις τοῦ κυρίς ἡμῶν Πέτρου, Ζακχαῖος λεγόμενος, προσηκάμενος ἐνουθέτησεν μὴ ἀπατηθῆναι τῷ μάγῳ, ἐπελθόντι δὲ τῷ Πέτρῳ προσήγαγεν, ὅπως ἡμᾶς πληροφορήσας πείσῃ περὶ τῶν τῇ θεοσερείᾳ διαφερόντων. διὸ καί σε, μῆτερ, εὐχόμεθα, ἵνα ὧν ἡμεῖς κατηξιώθημεν ἀγαθῶν, τούτων καὶ σὺ μεταλάβῃς ὅπως κοινῇ ἁλῶν καὶ τραπέζης μεταλαβεῖν δυνηθπῶμεν. αὕτη οὖν ἐστιν ἡ αἰτία, τεκοῦσα, δι᾽ ἐνόμιζες ἡμᾶς τεθνάναι, τῷ ἐκείνῃ τῇ χαλεπωτάτῃ νυκτὶ ὑπὸ πειρατῶν ἀρθῆναι ἐν πελάγει, σὲ δὲ νομίζειν ἡμᾶς ἀπολωλέναι.
「とはいえ、これらのことは、母上よ、しかるべき時にもっと詳しくお話しいたします。しかし、我々がまさにシモンに欺かれようとしていたとき、我が主ペトロの仲間の一人、名をザカイオスという者が近づいてきて、この魔術師に欺かれないようにと諭してくれました。そして、来られたペトロのもとへ我々を連れて行き、敬神にかかわることについて我々を十分に納得させ、説得してくれました。それゆえ、母上よ、我々はあなたのためにも祈っています。我々があずかることのできた恵みに、あなたもあずかることができ、共に塩と食卓を分かち合うことができるようになりますように。これが理由なのです、母上よ、あなたが、あの恐ろしい夜に海賊によって海上に連れ去られた我々のことを、死んだと思い込んでいた、その理由なのです。あなたは我々が滅んでしまったと思っておられたわけです。」