作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia VI, Caput XXIII 第VI講話 第XXIII章

Anonymous · Homiliae · 2 sectiones

Homiliae 6.23.1

1

Ἀλλὰ καὶ παρ᾽ Αἰγυπτίοις ἔτι καὶ νῦν ἄνθρωπος ὡς θεὸς πρὸ τοῦ θανάτου προσκυνεῖται. καὶ τοῦτο μὲν ἧττόν ἐστιν ἀσέβημα, ὅτι ζῶντος ἀνθρώπου θείας τιμὰς νομίζουσιν Αἰγύπτιοι·

「だが、エジプト人のもとでは、今なお、人間が死ぬ前から神として拝まれている。もっとも、これはまだそれほどの不敬虔ではない——エジプト人が、生きている人間に神的な栄誉を認めているというにすぎないのだから。」

Homiliae 6.23.2

2

ἀλλὰ τὸ πάντων γελοιότατον, ὅτι καὶ πτηνὰ καὶ ἑρπετὰ καὶ ζῶα πάντα προσκυνοῦσιν. οὐδὲν γὰρ κρίσει νοοῦσιν ἢ ποιοῦσιν οἱ πολλοὶ τῶν ἀνθρώπων. τὸ δὲ πάντων αἴσχιστον ἰδέ μοι, τὸν δι᾽ αὐτῶν ὄντα πατέρα θεῶν τε καὶ ἀνθρώπων λέγουσιν Λήδᾳ συνεσχηματισμένον, ὅν πολλοὶ Δία ἀναγράψαντες ἐν πίνακι δημοσίᾳ ἀνατιθέασιν. πρὸς δὲ τὴν ἐκδικίαν ταύτης τῆς ὕβρεως ἤθελον, εἰ τὸν τοῦ καιροῦ βασιλέα αὐτῶν γράψαντες ἐπὶ αἰσχρᾶς πλοκῆς, ὥσπερ ἐπὶ τοῦ Διὸς τετολμήκασιν ποιῆσαι, οὕτω ποιήσαντες ἀνέθεσαν δημοσία, ἵνα κἄν ἀπὸ τῆς ὀργῆς τοῦ προσκαίρου βασιλέως, καὶ ταῦτα ἀνθρώπου ὄντος, μάθωσι κολασθέντες, ὡς δεῖ τὴν δέουσαν ἀπονέμειν τιμήν. ταῦτα δέ σοι λέγω, οὐχ ὡς αὐτὸς ἤδη ἐπιγνοὺς τὸν ὄντως Θεόν, ἀλλ᾽ εὐγνωμονῶν ὁμολογῶ, εἰ καὶ τί Θεὸς οὐκ οἶδα, ἀλλ᾽ οὖν γε σαφῶς ὅτι Θεὸς νομίζω εἰδέναι.

「だが、何よりも滑稽なのは、彼らが鳥も、這うものも、あらゆる生き物も拝んでいることである。というのも、多くの人間は、判断によって考えることも行うこともしないからである。だが、何よりも恥ずべきことを見るがよい——彼らを通じて存在する神々と人間との父を、レダと交合の姿に描いていると彼らは言い、多くの者がそれをゼウスとして絵に描き、公の場の板に掲げて奉納しているのだ。この辱めに報復するために、私は望みたい——もし彼らが、その時々の自分たちの王を、恥ずべき交わりの姿に描いて、ゼウスについてそうしたようにあえて行い、そうしてそれを公然と掲げたなら、と。そうすれば彼らは、たとえ人間にすぎない、束の間の王の怒りからであっても、罰せられて、ふさわしい敬意をどのように払うべきかを学ぶことだろう。私がお前にこう語るのは、私自身がすでに真の神を知っているからではない。だが、率直に告白しよう——神が何であるかは知らないが、少なくとも、神が存在することは確かに知っていると思う、ということを。」