Homiliae 12.26.1
Κἀγὼ ἀπεκρινάμην· οὐ δοκεῖ σοι οὖν φιλάνθρωπος εἶναι κἄν ἡ ξενοδόχος, ξένην ἥν οὐκ ἠπίστατο εὐεργετήσασα; καὶ ὁ Πέτρος· ἐλεήμονα μὲν αὐτὴν εἰπεῖν ἐπίσταμαι, φιλάνθρωπον δὲ οὐ τολμῶ λέγειν, ἅτε δὴ οὔτε τὴν τεκοῦσαν φιλότεκνον·
私は答えた。「それでは、宿の女主人が、自分の知らないよそ者の女に恩恵を施したことをもって、人を愛する者だとはお思いにならないのですか。」ペトロは言った。「私は彼女を憐れみ深い者と呼ぶことはできるが、人を愛する者とは、あえて呼ばない。ちょうど、お前を産んだ母についても、子を愛する者とはあえて呼ばないのと同じである。」
Homiliae 12.26.2
ὑπ᾽ ὠδίνων γὰρ καὶ ἀνατροφῆς στέργειν πέπεισται. ὡς καὶ ὁ ἐρῶν ὑπὸ τῆς συνηθείας κολακεύεται καὶ εὐνῆς, καὶ ὁ φίλος ὑπὸ τῆς ἀμοιβῆς, οὕτω καὶ ὁ ἐλεῶν ὑπὸ τῆς συμφορᾶς. πλὴν ἐγγὺς ὁ ἐλεήμων τῷ φιλανθρώπῳ, ὅτι ἄνευ τοῦ τι θηρᾶσθαι λαβεῖν εὐεργετεῖν πείθεται. πλὴν οὔπω φιλάνθρωπός ἐστιν. κἀγὼ ἔφην·
「というのも、母が子を慈しむのは、産みの苦しみと育てた歳月のゆえに、そうするよう促されているからである。恋する者が慣れ親しみと閨のゆえに心を動かされ、親しい友が返礼のゆえに心を動かされるように、憐れむ者もまた不幸を前にして心を動かされるのである。とはいえ、憐れみ深い者は人を愛する者に近い。何かを得ようと狙うことなく、恩恵を施すよう促されるからである。だが、それでもまだ人を愛する者ではない。」私は言った。
Homiliae 12.26.3
ἐπὶ ποίαις οὖν πράξεσιν φιλάνθρωπος εἶναί τις δύναται; καὶ ὁ Πέτρος ἀπεκρίνατο· ἐπεὶ ὁρῶ σε γλιχόμενον ἀκοῦσαι, τί ποτέ ἐστιν φιλανθρωπίας ἔργον, οὐκ ὀκνήσω λέγειν. φιλάνθρωπός ἐστιν ὁ καὶ ἐχθροὺς εὐεργετῶν. ὅτι δὲ οὕτως ἔχει ἄκουσον. φιλανθρωπία ἐστὶν ἀῤῥενόθηλυς, ἧς τὸ θῆλυ μέρος ἐλεημοσύνη λέγεται, τὸ δὲ ἄῤῥεν αὐτῆς ἀγάπη πρὸς τὸν πλησίον ὠνόμασται, πλησίον δὲ ἀνθρώπῳ ἐστὶν ὁ πᾶς ἄνθρωπος, οὐχ ὅτι εἷς ἄνθρωπος, ἄνθρωπος γάρ ἐστι καὶ ὁ κακὸς καὶ ὁ ἀγαθὸς καὶ ὁ ἐχθρὸς καὶ ὁ φίλος. χρὴ οὖν τὸν φιλανθρωπίαν ἀσκοῦντα μιμητὴν εἶναι τοῦ Θεοῦ, εὐεργετοῦντα δικαίους καὶ ἀδίκους, ὡς αὐτὸς ὁ Θεὸς πᾶσιν ἐν τῷ νῦν κόσμῳ τόν τε ἥλιον καὶ τοὺς ὑετοὺς αὑτοῦ παρέχων. εἰ δὲ θέλῃς ἀγαθοὺς μὲν εὐεργετεῖν, κακοὺς δὲ μηκέτι, ἢ καὶ κολάζειν, κριτοῦ τὸ ἔργον ἐπιχειρεῖς πράττειν, οὐ τὸ τῆς φιλανθρωπίας σπουδάζεις ἔχειν.
「では、いかなる行いによって、人を愛する者であることができるのですか。」ペトロは答えた。「お前が、人を愛することの業とは何であるかを聞きたがっているのを見て取ったから、語ることをためらうまい。人を愛する者とは、敵にさえも恩恵を施す者である。なぜそうなるのか、聞くがよい。人を愛することは男女両性を兼ねたものであり、その女性の部分は施しと呼ばれ、その男性の部分は隣人への愛と名づけられている。ところで、人にとって隣人とは、すべての人のことである。それは一人の人だからということではなく、悪しき者も善き者も、敵も友も、みな人であるからだ。それゆえ、人を愛することを実践する者は、神に倣う者でなければならない。神ご自身が、今のこの世において、正しい者にも不正な者にも、太陽と雨とを分け隔てなくお与えになっているように、正しい者にも不正な者にも恩恵を施さなければならないのである。もしお前が、善き者には恩恵を施し、悪しき者にはもはや施さず、あるいは罰しようとさえ望むなら、それは裁き手の仕事を行おうとしているのであって、人を愛することを得ようと努めているのではない。」