作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia IV, Caput VII 第IV講話 第VII章

Anonymous · Homiliae · 2 sectiones

Homiliae 4.7.1

1

Καὶ Ἀππίων ἀπηντήσατο ἡμῖν, οὐ μόνον μετὰ τῶν προειρημένων ἑταίρων τῶν δύο, ἀλλὰ καὶ μεθ᾽ ἑτέρων ἀνδρῶν ὡς τριάκοντα. καὶ ἅμα τῷ ἰδεῖν με προσαγορεύσας καὶ καταφιλήσας ἔφη·

そこへアッピオンが、先に述べた二人の仲間だけでなく、ほかにおよそ三十人ほどの男たちとともに我々を出迎えた。そして私を見るや、挨拶をして口づけし、こう言った。

Homiliae 4.7.2

2

οὗτός ἐστιν Κλήμης, περὶ οὗ ὑμῖν τῆς τε εὐγενείας καὶ τῆς ἐλευθεροτροπείας πολὺν ἐποιούμην λόγον, ὅτι ἀνὴρ πρὸς γένους Τιβερίου Καίσαρος ὢν καὶ πάσης ἑλληνικῆς παιδείας ἐξησκημένος ὑπὸ βαρβάρου τινὸς, τὴν προσηγορίαν Πέτρου, τὰ Ἰουδαίων ποιεῖν καὶ λέγειν ἠπάτηται. ὅθεν ἀξιῶ συναγωνίσασθαί μοι πρὸς τὴν διόρθωσιν αὐτοῦ. καὶ ἐφ᾽ ὑμῶν αὐτοῦ πυνθάνομαι. λεγέτω μοι, ἐπειδὴ πρὸς τὸ εὐσεβεῖν ἑαυτὸν ἀποδεδωκέναι νομίζει, πῶς οὐχὶ τὰ μέγιστα ἀσεβεῖ, καταλιπὼν μὲν τὰ πάτρια, ἀποκλίνας δὲ εἰς ἔθη βάρβαρα.

「この者がクレメンスである。私が諸君に、その生まれの高貴さと自由な気風について、しばしば語って聞かせた者だ。ティベリウス・カエサルの一族に連なる男でありながら、あらゆるギリシアの教養を身につけていたにもかかわらず、ペトロという名のある蛮族の者に欺かれて、ユダヤ人のことを行い語るようになってしまったのだ。それゆえ私は、彼を正すために諸君に助力を求めたい。そして、諸君の前で、彼自身に尋ねよう。彼に語らせるがよい——敬虔であることに自分の身をささげたと思っているようだが、父祖伝来のものを捨てて蛮族の習わしに傾いていながら、どうしてそれが最大の不敬虔でないと言えるのか。」