作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia V, Caput XIX 第V講話 第XIX章

Anonymous · Homiliae · 2 sectiones

Homiliae 5.19.1

1

Οἶδα ὅτι ταῦτα τῆς ἀληθείας ἀμυήτοις φοβερὰ καὶ αἴσχιστα καταφαίνεται, ἀλλ᾽ οὐ τοῖς Ἑλλήνων θεοῖς καὶ φιλοσόφοις, οὐ τοῖς Διονύσου καὶ Δημήτρας μυστηρίοις. ἀλλ᾽ ἐφ᾽ ἅπασιν τούτοις, ἵνα μὴ πάντων θεῶν καὶ φιλοσόσφων τοὺς βίους λέγων παραναλίσκω τοὺς χρόνους, δύο ἔστωσάν σοι μέγιστοι σκοποί, θεῶν μὲν Ζεύς, ἀνδρῶν δὲ φιλοσόφων Σωκράτης. τὰ δὲ λοιπά, ἐξ ὧν σοι γράψας ὑπέμνησα, συνεῖσα ἔπεχε, μήποτε ἐραστήν σου λυπήσῃς·

「『私は知っている——こうしたことは、真理を知らぬ者たちには恐ろしく、この上なく恥ずべきことに見えるだろう。だが、ギリシア人の神々と哲学者たちにとってはそうではない。ディオニュソスとデメテルの秘儀にとってもそうではない。だが、こうしたすべてのことについて、あらゆる神々と哲学者たちの生き方を語って時を費やさぬために、お前には二つの最大の目当てで十分としよう——神々のうちではゼウス、哲学者たる男たちのうちではソクラテスである。私が書いて思い出させたそのほかのことは、よく理解して心に留めておくがよい。お前を恋する私を悲しませることのないように。』」

Homiliae 5.19.2

2

ἐπεὶ ὡς θεοῖς καὶ ἥρωσιν τὰ ἐναντία πράξασα, ἀσεβὴς κριθεῖσα τὴν προσήκουσαν ὑφέξεις τιμωρίαν. ἐὰν δὲ παντὶ ἐραστῇ ἑαυτὴν παρασχῃς, ὡς θεοὺς μιμουμένη τῆς παρ᾽ αὐτῶν τεύξῃ εὐεργεσίας. τὰ δὲ λοιπὰ, φιλτάτη, μεμνημένη περὶ ὧν σοι ἐξέφηνα μυστηρίων, διὰ γραμμάτων μοι τὴν σὴν δεῖξον προαίρεσιν. ἔῤῥωσό μοι.

「『なぜなら、神々と英雄たちに対して反対のことを行えば、不敬虔と裁かれて、ふさわしい罰を受けることになるからである。だが、もしお前があらゆる恋する男に自分を差し出すならば、神々に倣う者として、彼らからの恩恵にあずかるであろう。そのほかのことは、いとしい女よ、私がお前に明かした秘儀のことを心に留めて、手紙によってお前の心づもりを私に示してくれ。健やかであれ。』」