作者不詳fl. c. 256

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Homiliae

Homilia III, Caput XVIII 第III講話 第XVIII章

Anonymous · Homiliae · 2 sectiones

Homiliae 3.18.1

1

Μὴ ἀπατᾶσθε. ὁ πατὴρ ἡμῶν οὐδὲν ἠγνόει. ὁπότου καὶ ὁ δημοσίᾳ κείμενος νόμος, ἀγνοίας ἐγκλήματι διὰ τοὺς ἀναξίους σκέπων αὐτόν, τοὺς ἀληθείας γλιχομένους ἐπ᾽ αὐτὸν ἀναπέμπει λέγων ἐξέτασον τὸν πατέρα σου καὶ ἐρεῖ σοι, τοὺς πρεσβυτέρους σου, καὶ ἀναγγελοῦσί σοι. τοῦτον ἐχρῆν τὸν πατέρα ζητῆσαι. ἀλλ᾽ οὐκ ἐζήτησας, τίνος ἐστὶν ὁ τῆς βασιλείας χρόνος, τίνος ἡ τῆς προφητείας καθέδρα, καίτοι αὐτοῦ ἑαυτὸν μηνύοντος τῷ λέγειν·

「欺かれてはならない。我々の父は何も知らずにいたわけではない。公に定められている律法でさえ、価しない者たちのゆえに、無知の咎を負わせる形でこの父を覆い隠しながら、真理を切望する者たちをこの父のもとへと差し向けて、こう言っている。『汝の父に尋ねよ、さらば彼は汝に告げるであろう。汝の長老たちに尋ねよ、さらば彼らは汝に告げ知らせるであろう。』この父をこそ、尋ね求めるべきであった。だがお前は尋ねなかった——王国の時は誰のものであるか、預言の座は誰のものであるかを。それなのに彼自身は、次のように言うことによって自分自身を示していたのである。」

Homiliae 3.18.2

2

ἐπὶ τῆς καθέδρας Μωυσέως ἐκάθησαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι· πάντα ὅσα λέγωσιν ὑμῖν, ἀκούετε αὐτῶν. αὐτῶν δέ, εἶπεν, ὡς τὴν κλεῖδα τῆς βασιλείας πεπιστευμένων, ἥ τις ἐστὶν γνῶσις, ἥ μόνη τὴν πύλην τῆς ζωῆς ἀνοῖξαι δύναται, δι᾽ ἧς μόνης εἰς τὴν αἰωνίαν ζωὴν εἰσελθεῖν ἔστιν. ἀλλὰ ναί, φησίν, κρατοῦσι μὲν τὴν κλεῖν, τοῖς δὲ βουλομένοις εἰσελθεῖν οὐ παρέχουσιν.

「『モーセの座には律法学者たちとファリサイ派の人々が座っている。彼らが汝らに言うことはすべて、彼らに聞け。』彼らが、王国の鍵——それは知識であり、それのみが命の門を開くことができ、それを通してのみ永遠の命に入ることができる——を委ねられている者として、彼はこう言ったのである。しかし、と彼は言う、『彼らはその鍵を握りながら、入ろうとする者たちには与えないのだ。』」